- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

δύσχρηστος?

First/Second declension Adjective; 자동번역 Transliteration: dyschrēstos

Principal Part: δύσχρηστος δύσχρηστον

Structure: δυσχρηστ (Stem) + ος (Ending)

Sense

  1. hard to use, nearly useless, intractable, to be in distress

Examples

  • ἐνεδρεύσωμεν δὲ τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. (Septuagint, Liber Sapientiae 2:12)
  • εἰπόντες. δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. (Septuagint, Liber Isaiae 3:10)
  • ἡ πενία δ ἴσως δύσχρηστον μὲν ἔχει τι καὶ χαλεπόν, κεχώρισται δ αἰσχύνης, ὡς ἄν, οἶμαι, τῆς ἀπορίας ἐπὶ πολλῶν οὐ τρόπου κακίαν ἀλλὰ τύχης ἀγνωμοσύνην ἐλεγχούσης. (Demades, On the Twelve Years, 8:1)
  • τὰ γὰρ εὔχρηστα τῆς φιλίας δύσχρηστα γίγνεται διὰ τὴν πολυφιλίαν. (Plutarch, De amicorum multitudine, chapter, section 5 7:1)
  • τὸ πᾶσι τούτοις καλῶς χρῆσθαι δυνάμενον καὶ δι ὃ τούτων ἕκαστον ἡδὺ γίγνεται καὶ ἔνδοξον καὶ ὠφέλιμον ἄνευ δὲ τούτου δύσχρηστα καὶ ἄκαρπα καὶ βλαβερά, καὶ: (Plutarch, De fortuna, chapter, section 6 1:2)
  • ἐπεὶ δὲ Φιλονίκου τοῦ Θεσσαλοῦ τὸν Βουκεφάλαν ἀγαγόντος ὤνιον τῷ Φιλίππῳ τρισκαίδεκα ταλάντων κατέβησαν εἰς τὸ πεδίον δοκιμάσοντες τὸν ἵππον, ἐδόκει τε χαλεπὸς εἶναι καὶ κομιδῇ δύσχρηστος, οὔτε ἀναβάτην προσιέμενος οὔτε φωνὴν ὑπομένων τινὸς τῶν περὶ τὸν Φίλιππον, ἀλλ ἁπάντων κατεξανιστάμενος, δυσχεραίνοντος δὲ τοῦ Φιλίππου καὶ κελεύοντος ἀπάγειν ὡς παντάπασιν ἄγριον καὶ ἀκόλαστον, παρὼν Ἀλέξανδρος εἶπεν: (Plutarch, Alexander, chapter 6 1:1)
  • μετὰ δὲ ταῦτα τῆς δυνάμεως ὑπεργεμούσης αὐτῷ παντοδαπῆς ὠφελείας, βαρὺς ὢν καὶ δύσχρηστος, ἀνεχώρει διὰ ταῦτα, καὶ κατέζευξε πάλιν εἰς τὴν Ὀλυμπίαν. (Polybius, Histories, book 4, chapter 75 8:1)
  • τῆς δὲ νυκτὸς ἐπιγενομένης συλλογισάμενος ὁ Μόλων ὡς ἐπισφαλὴς γίνεται καὶ δύσχρηστος τοῖς ἀποστάταις πρὸς τοὺς βασιλεῖς ὁ μεθ ἡμέραν καὶ κατὰ πρόσωπον κίνδυνος, ἐπεβάλετο νυκτὸς ἐγχειρεῖν τοῖς περὶ τὸν Ἀντίοχον. (Polybius, Histories, book 5, chapter 52 9:1)

Related

명사

형용사

동사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION