- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ξενικός?

First/Second declension Adjective; 자동번역 Transliteration: xenikos

Principal Part: ξενικός ξενική ξενικόν

Structure: ξενικ (Stem) + ος (Ending)

Sense

  1. of or for a stranger, of foreign kind, the taxes paid by aliens, the class of aliens, in which aliens sued or were sued
  2. hired for service, mercenary, a body of mercenaries
  3. hospitable, friendly, friendly relation
  4. foreign, alien, foreign, foreign, abounding in unusual words

Examples

  • μετὰ δὲ Θούδημον ἔστιν Ἀριστόδημος ἄρχων, ἐφ οὗ τῶν κατὰ Φιλίππου δημηγοριῶν ἤρξατο, καὶ λόγον ἐν τῷ δήμῳ διέθετο περὶ τῆς ἀποστολῆς τοῦ ξενικοῦ στρατεύματος καὶ τῶν δέκα φυγαδικῶν τριηρῶν εἰς Μακεδονίαν. (Dionysius of Halicarnassus, Ad Ammaeum, chapter 4 1:3)
  • πάλιν δὲ τῶν Ὀλυνθίων πρέσβεις ἀποστειλάντων εἰς τὰς Ἀθήνας καὶ δεομένων μὴ περιιδεῖν αὐτοὺς καταπολεμηθέντας, ἀλλὰ πρὸς ταῖς ὑπαρχούσαις δυνάμεσι πέμψαι βοήθειαν μὴ ξενικὴν ἀλλ αὐτῶν Ἀθηναίων, ἔπεμψεν αὐτοῖς ὁ δῆμος τριήρεις μὲν ἑτέρας ἑπτακαίδεκα καὶ τῶν πολιτῶν ὁπλίτας δισχιλίους καὶ ἱππεῖς τριακοσίους ἐν ναυσὶν ἱππηγοῖς, στρατηγὸν δὲ Χάρητα τοῦ στόλου παντός. (Dionysius of Halicarnassus, Ad Ammaeum, chapter 9 1:4)
  • μετὰ Πυθόδοτον ἔστι Σωσιγένης, ἐφ οὗ τὴν ἐνάτην διελήλυθεν κατὰ Φιλίππου δημηγορίαν περὶ τῶν ἐν Χερρονήσῳ στρατιωτῶν, ἵνα μὴ διαλυθῇ τὸ μετὰ Διοπείθους ξενικόν, ἀρχὴν ἔχουσαν ταύτην: (Dionysius of Halicarnassus, Ad Ammaeum, chapter 10 2:9)
  • ὅτι ἡμῖν ἱκανά, ὦ Ἀνάχαρσι, ταῦτα τὰ γυμνάσια οἰκεῖα ὄντα ζηλοῦν δὲ τὰ ξενικὰ οὐ πάνυ ἀξιοῦμεν. (Lucian, Anacharsis, (no name) 39:5)
  • γενομένων δὲ ^ τούτων ὡς προσέταξεν, τοὺς μὲν λέοντας ἐκνηξαμένους εἰς τὴν πολεμίαν οἱ βάρβαροι ξύλοις κατειργάσαντο ὥς τινας κύνας ἢ λύκους ξενικούς: (Lucian, Alexander, (no name) 48:5)
  • οἶνος ξενικὸς παρῆν τὰ γὰρ Κορίνθια βασανισμός ἐστι. (Athenaeus, The Deipnosophists, book 1, chapter 56 1:2)
  • οὔτε γὰρ ἐξωτερικῆς ἀρχῆς κοινωνοῦσιν οἱ Κρῆτες, νεωστί τε πόλεμος ξενικὸς διαβέβηκεν εἰς τὴν νῆσον, ὃς πεποίηκε φανερὰν τὴν ἀσθένειαν τῶν ἐκεῖ νόμων. (Aristotle, Politics, Book 2 273:5)
  • ἀλλὰ ταῦτ ἤδη δύο ἐστὶν ἃ δεῖται σκέψεως, ἓν μὲν πότερος αἱρετώτερος βίος, ὁ διὰ τοῦ συμπολιτεύεσθαι καὶ κοινωνεῖν πόλεως ἢ μᾶλλον ὁ ξενικὸς καὶ τῆς πολιτικῆς κοινωνίας ἀπολελυμένος, ἔτι δὲ τίνα πολιτείαν θετέον καὶ ποίαν διάθεσιν πόλεως ἀρίστην, εἴτε πᾶσιν ὄντος αἱρετοῦ <τοῦ> κοινωνεῖν πόλεως εἴτε καὶ τισὶ μὲν μὴ τοῖς δὲ πλείστοις. (Aristotle, Politics, Book 7 25:3)
  • διὸ καὶ τότε σαφῶς ἔγνωσαν ἡλίκην ἔχει διαφορὰν ξενικὸς καὶ διαπόντιος πόλεμος ἐμφυλίου στάσεως καὶ ταραχῆς. (Polybius, Histories, book 1, chapter 71 7:1)

Synonyms

  1. hired for service

Related

명사

형용사

동사

Similar forms

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION