ἄμουσος?
First/Second declension Adjective;
자동번역
Transliteration: amousos
Principal Part:
ἄμουσος
ἄμουση
ἄμουσον
Structure:
ἀμους
(Stem)
+
ος
(Ending)
Sense
- without the Muses, without taste, unrefined, inelegant, rude, gross
- unmusical
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- μισῶ γὰρ καὶ αὐτὸς ἤδη τοὺς ἀλαζόνας ἀμούσους ὄντας, ὑπὲρ τῶν Μουσῶν ἀγανακτῶν κεραυνοῦ. (Lucian, Fugitivi, (no name) 22:5)
- σαυτοῦ γνωρίσας τὰ φίλτατα - οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους. (Euripides, Ion, episode, trochees19)
- ἐνταῦθα γὰρ οἱ ξένοι ἐοίκασιν ἀποθνῄσκειν, τῶν δ ἀστῶν οὐδείς Ζήθου δὲ τοῦ κιθαριστοῦ διεξιόντος περὶ μουσικῆς, μόνῳ δὲ οὐκ ἔφη προσήκειν περὶ μουσικῆς λαλεῖν, ὅς γε, ἔφη, τὸ ἀμουσότατον τῶν ὀνομάτων εἵλου, εἰ σεαυτὸν ἀντ Ἀμφίονος Ζῆθον καλεῖς. (Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 43 4:1)
- οἱ τοίνυν πολυπράγμονες, οὐ στίχων οὐδὲ ποιημάτων, ἀλλὰ βίων ἀστοχήματα καὶ πλημμελήματα καὶ σολοικισμοὺς ἀναλεγόμενοι καὶ συνάγοντες, ἀμουσότατον καὶ ἀτερπέστατον κακῶν γραμματοφυλακεῖον τὴν ἑαυτῶν μνήμην περιφέρουσιν. (Plutarch, De curiositate, section 10 2:2)
- οἱ τοίνυν πολυπράγμονες οὐ στίχων οὐδὲ ποιημάτων, ἀλλὰ βίων ἀστοχήματα καὶ πλημμελήματα καὶ σολοικισμοὺς ἀναλεγόμενοι καὶ συνάγοντες, ἀμουσότατον καὶ ἀτερπέστατον κακῶν γραμματοφυλακεῖον τὴν ἑαυτῶν μνήμην περιφέρουσιν. (Plutarch, De curiositate, section 10 6:1)
- εἴ τις ὑμῶν ὦ θεαταὶ τὴν ἐμὴν ἰδὼν φύσιν εἶτα θαυμάζει μ ὁρῶν μέσον διεσφηκωμένον, ἥτις ἡμῶν ἐστὶν ἡ πίνοια τῆς ἐγκεντρίδος, ῥᾳδίως ἐγὼ διδάξω, κἂν ἄμουσος ᾖ τὸ πρίν. (Aristophanes, Wasps, Parabasis, epirrheme1)
- ἤδη δ ἔγωγε καὶ ἐν τοῖς πολυανθρωποτάτοις θεάτροις, ἃ συμπληροῖ παντοδαπὸς καὶ ἄμουσος ὄχλος, ἔδοξα καταμαθεῖν, ὡς φυσική τις ἁπάντων ἐστὶν ἡμῶν οἰκειότης πρὸς ἐμμέλειάν τε καὶ εὐρυθμίαν, κιθαριστήν τε ἀγαθὸν σφόδρα εὐδοκιμοῦντα ἰδὼν θορυβηθέντα ὑπὸ τοῦ πλήθους, ὅτι μίαν χορδὴν ἀσύμφωνον ἔκρουσε καὶ διέφθειρεν τὸ μέλος, καὶ αὐλητὴν ἀπὸ τῆς ἄκρας ἕξεως χρώμενον τοῖς ὀργάνοις τὸ αὐτὸ τοῦτο παθόντα, ὅτι σομφὸν ἐμπνεύσας ἢ μὴ πιέσας τὸ στόμα θρυλιγμὸν ἢ τὴν καλουμένην ἐκμέλειαν ηὔλησε. (Dionysius of Halicarnassus, De Compositione Verborum, chapter 1113)
- ἐπεί, καίπερ ὢν ἐρωτικὸς ὁ Εὐριπίδης, τὸ σμικρότατον ἀπεθαύμασεν εἰπὼν ποιητὴν δ ἄρα ἔρως διδάσκει, κἂν ἄμουσος τὸ πρίν. (Plutarch, Amatorius, section 17 29:1)
- ὥσπερ οὖν ὁ τῷ κεστῷ τοὺς ὁμιλοῦντας ἀποστρέφων καὶ ἀπελαύνων ἀναφρόδιτος, οὕτως ὁ τῷ λόγῳ λυπῶν καὶ ἀπεχθανόμενος ἄμουσός τις καὶ ἄτεχνός ἐστι. (Plutarch, De garrulitate, section 6 1:1)
- δοῦλος τῶν ἡδονῶν ζῳώδης καὶ μικροπρεπής ἐστιν, ὁ δὲ θεωρητικὸς τοῦ πρακτικοῦ διαμαρτάνων ἀνωφελής, ὁ δὲ πρακτικὸς ἀμοιρήσας φιλοσοφίας ἄμουσος καὶ πλημμελής. (Plutarch, De liberis educandis, section 10 12:1)