호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νῦν δ ἴσμεν, ὅτι, κἂν μὴ ἡμεῖς παρακελευώμεθα, ἱκανῶς ἐπιμελήσεται.? ταῦτ οὖν, ὦ γονεῖς καὶ παῖδες τῶν τελευτησάντων, ἐκεῖνοί τ ἐπέσκηπτον ὑμῖν ἀπαγγέλλειν κἀγὼ ὡς δύναμαι προθυμότατα ἀπαγγέλλω. αὕτη δοκεῖ κάλλιστα ἔχειν Πλάτωνι ἡ λέξις ἐν τούτῳ τῷ λόγῳ. ἔχει μέντοι τὰ πλείω καλῶς οὐ γὰρ δοκεῖ ψεύδεσθαι, πλὴν ὅτι πολιτικόν γε τὸ σχῆμα αὐτῆς ἐστιν, οὐκ ἐναγώνιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기