호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὴ τὸν ἔπαινον αὐτῶν διεξιὼν φησὶν ἐπισκῆψαι τοῖς παροῦσιν ἐν τῷ πολέμῳ τοὺς μέλλοντας τελευτᾶν, ἃ χρὴ πρὸς τοὺς ἑαυτῶν παῖδάς τε καὶ πατέρας ἀπαγγέλλειν, εἴ τι παθεῖν αὐτοὺς συμβαίη κατὰ τὴν μάχην.? ἔστι δὲ τάδε: φράσω δὲ ὑμῖν, ἅ τε ἤκουσα αὐτῶν ἐκείνων καὶ οἱᾶ νῦν ἡδέως ἂν εἴποιεν ὑμῖν ἀναλαβόντες δύναμιν, τεκμαιρόμενος ἐξ ὧν τότ ἔλεγον. ἀλλὰ χρὴ νομίζειν ἀκούειν αὐτῶν ἐκείνων, ἃ ἂν ἀπαγγέλλω. ἔστι δὲ τάδε: ὦ παῖδες, ὅτι μέν ἐστε πατέρων ἀγαθῶν, αὐτὸ μηνύει τὸ νῦν παρόν. ἡμῖν γὰρ ἐξὸν ζῆν μὴ καλῶς, καλῶς αἱρούμεθα μᾶλλον τελευτᾶν, πρὶν ὑμᾶς τε καὶ τοὺς ἔπειτα εἰς ὀνείδη καταστῆσαι καὶ πρὶν τοὺς ἡμετέρους πατέρας καὶ πᾶν τὸ πρόσθεν γένος αἰσχῦναι, ἡγούμενοι τῷ τοὺς αὑτοῦ αἰσχύνοντι ἀβίωτον εἶναι καὶ τῷ τοιούτῳ οὔτε τινὰ ἀνθρώπων οὔτε θεῶν φίλον εἶναι, οὔτ ἐπὶ γῆς οὔθ ὕστερον τελευτήσαντι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기