호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
προθυμία τε πολλὴ πᾶσιν ἐνέπεσε τιμωρήσασθαι τοὺσ ἐπιστρατεύσαντασ τῇ πόλει κατὰ τὸν τῆσ νόσου καιρόν· καὶ αὐτίκα τῆσ βουλῆσ ψηφισαμένησ καὶ τοῦ δήμου τὸν πόλεμον ἐπικυρώσαντοσ κατεγράφοντο τὰσ δυνάμεισ, οὐδενὸσ τῶν ἐχόντων στρατεύσιμον ἡλικίαν οὐδ’, εἴ τινα ὁ νόμοσ ἀπέλυεν, ἀξιοῦντοσ ἐκείνησ ἀπολειφθῆναι τῆσ στρατείασ· νεμηθείσησ δὲ τριχῇ τῆσ δυνάμεωσ μία μὲν ὑπελείφθη φυλάττειν τὴν πόλιν, ἧσ ἡγεῖτο Κόιντοσ Φούριοσ ἀνὴρ ὑπατικόσ· αἱ δὲ δύο σὺν τοῖσ ὑπάτοισ ἐξῆλθον ἐπί τ’ Αἰκανοὺσ καὶ Οὐολούσκουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기