호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄλλων οἱ δυνατώτατοι, πολλῇ θεραπείᾳ διεπράξαντο τοὺσ τέτταρασ ἐκ τῶν δημάρχων οἰκείουσ τῇ βουλῇ γενέσθαι. οἱ δὲ τέωσ μὲν λόγῳ μεταπείθειν τὸν Ἰκίλιον ἐπεχείρουν ἀποστῆναι τῶν περὶ τῆσ κληρουχίασ πολιτευμάτων, ἑώσ οἱ πόλεμοι λάβωσι τέλοσ·
ὡσ δ’ ἠναντιοῦτο καὶ διώμνυτο λόγον τε τὸν αὐθαδέστερον εἰπεῖν ἐτόλμησε τοῦ δήμου παρόντοσ, ὅτι μᾶλλον ἂν βούλοιτο Τυρρηνοὺσ καὶ τοὺσ ἄλλουσ πολεμίουσ κρατήσαντασ τῆσ πόλεωσ ἐπιδεῖν, ἢ τοὺσ κατέχοντασ τὴν χώραν τὴν δημοσίαν ἀφεῖναι, δόξαντεσ ἀφορμὴν εἰληφέναι καλὴν πρὸσ αὐθάδειαν τοσαύτην τοῦ τἀναντία λέγειν τε καὶ πράττειν, οὐδὲ τοῦ δήμου τὸν λόγον ἡδέωσ δεξαμένου, κωλύειν αὐτὸν ἔφησαν, καὶ φανερῶσ ἔπραττον, ὅσα τῇ βουλῇ τε καὶ τοῖσ ὑπάτοισ δοκοίη· μονωθεὶσ δ’ Ἰκίλιοσ οὐδενὸσ ἔτι κύριοσ ἦν.
μετὰ τοῦθ’ ἡ στρατιὰ κατεγράφετο καί, ὅσων ἔδει τῷ πολέμῳ πάντα ὑπηρετεῖτο, τὰ μὲν ἐκ τῶν δημοσίων, τὰ δ’ ἐκ τῶν ἰδίων ἁπάσῃ προθυμίᾳ· καὶ διὰ τάχουσ οἱ ὕπατοι διακληρωσάμενοι τὰ στρατεύματα ἐξῄεσαν, Σπόριοσ μὲν Φούριοσ ἐπὶ τὰσ Αἰκανῶν πόλεισ, Καίσων δὲ Φάβιοσ ἐπὶ Τυρρηνούσ.
Σπορίῳ μὲν οὖν ἅπαντα κατὰ νοῦν ἐχώρησεν οὐχ ὑπομεινάντων εἰσ χεῖρασ ἐλθεῖν τῶν πολεμίων, καὶ πολλὰ ἐκ τῆσ στρατείασ ἐξεγένετο χρήματά τε καὶ σώματα λαβεῖν.
ἐπῆλθε γὰρ ὀλίγου δεῖν πᾶσαν ὅσην οἱ πολέμιοι χώραν κατεῖχον, ἄγων καὶ φέρων, καὶ τὰ λάφυρα τοῖσ στρατιώταισ ἅπαντα ἐχαρίσατο. δοκῶν δὲ καὶ τὸν πρὸ τοῦ χρόνον εἶναι φιλόδημοσ, ἔτι μᾶλλον ἐκ ταύτησ τῆσ στρατηγίασ ἐθεράπευσε τὸ πλῆθοσ.
καί, ἐπειδὴ παρῆλθεν ὁ χρόνοσ τῆσ στρατείασ, ἄγων τὴν δύναμιν ὁλόκληρόν τε καὶ ἀπαθῆ χρήμασιν εὔπορον κατέστησε τὴν πατρίδα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기