호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ τί δεῖ τούτοις ἐγκαλεῖν, οἷς δι ἀπαιδευσίαν τε καὶ δυσγένειαν ὀλίγος ἐστὶ τῶν καλῶν λόγος, ὁρῶντας, ὡς οὐδ ἐν τοῖς ὑμετέροις ἤθεσι πᾶσιν ἔτι τὸ ἀρχαῖον οἰκεῖ φρόνημα, ἀλλ αὐθάδεια μὲν ἡ σεμνότης καλεῖται πρὸς ἐνίων, μωρία δ ἡ δικαιοσύνη, μανικὸν δὲ τὸ ἀνδρεῖον, καὶ ἠλίθιον τὸ σῶφρον·? ἃ δὲ μισητὰ παρὰ τοῖς προτέροις ἦν, ταῦτα πυργοῦταί τε νῦν καὶ θαυμάσια ἡλίκα φαίνεται τοῖς διεφθαρμένοις ἀγαθά, ἀνανδρία καὶ βωμολοχία καὶ κακοήθεια καὶ τὸ πανούργως σοφὸν καὶ τὸ πρὸς ἅπαντα ἰταμὸν καὶ τὸ μηδενὶ τῶν κρειττόνων εὐπειθές:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기