호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀγασθέντων δ’ αὐτοὺσ ἁπάντων τοῦ γενναίου τῆσ προθυμίασ καὶ τὸ νικᾶν παρ’ ἓν τοῦτο τὸ ἔργον τιθεμένων, κλεινοὶ καὶ περιβόητοι καθ’ ὅλην τὴν πόλιν ὄντεσ ἐξῄεσαν ἀναλαβόντεσ τὰ ὅπλα σὺν εὐχαῖσ καὶ θυσίαισ. ἡγεῖτο δ’ αὐτῶν Μάρκοσ Φάβιοσ ὁ τῷ παρελθόντι ὑπατεύσασ ἔτει καὶ νικήσασ τοὺσ Τυρρηνοὺσ τῇ μάχῃ, τετρακισχιλίουσ μάλιστα ἐπαγόμενοσ, ὧν τὸ μὲν πλεῖον πελατῶν τε καὶ ἑταίρων ἦν, ἐκ δὲ τοῦ Φαβίων γένουσ ἓξ καὶ τριακόσιοι ἄνδρεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기