호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὥστε πρὸσ τῇ αἰσχύνῃ, ἣν ἐκ τοῦ καταλιπεῖν τὸν χάρακα ἠνέγκαντο, καὶ κίνδυνον οὐ τὸν ἐλάχιστον αὐτοὺσ ἀναρρῖψαι, σκότουσ ἀπιόντασ διὰ τῆσ πολεμίασ ἀτάκτωσ. εἴ γ’ οὖν τοῦτο καταμαθόντεσ οἱ πολέμιοι ἐκ παντὸσ ἀπιοῦσιν αὐτοῖσ ἠκολούθησαν, οὐδὲν ἂν ἐκώλυσεν ἅπασαν ἀπολωλέναι τὴν στρατιάν. τῆσ δ’ ἀλόγου ταύτησ ἀπάρσεωσ ἢ φυγῆσ τὸ πρὸσ τὸν ἡγεμόνα ἐκ τοῦ δήμου μῖσοσ, ὥσπερ ἔφην, αἴτιον ἦν, καὶ ὁ φθόνοσ τῆσ ἐκείνου τιμῆσ, ἵνα μὴ θριάμβου καταγωγῇ κοσμηθεὶσ ἐπιφανέστατοσ γένηται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기