호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σαβῖνοι μὲν οὖν, ἐφ οὓς ὁ Σερουίλιος ἤλασεν, οὔτ εἰς μάχην κατέστησαν οὔτ ἐξῆλθον εἰς τὴν ὕπαιθρον:? μένοντες δ ἐν τοῖς φρουρίοις ἠνείχοντο γῆς τ αὐτοῖς τεμνομένης καὶ οἰκιῶν ἐμπιμπραμένων θεραπείας τ αὐτομολούσης: ὥστε κατὰ πολλὴν εὐπέτειαν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν τοὺς Ῥωμαίους ὠφελείαις τε βαρεῖς καὶ αὐχήμασι λαμπρούς, καὶ ἡ μὲν Σερουιλίου στρατεία τοῦτ ἔσχε τὸ τέλος:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기