호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τότε δὴ ἐν τῷ ἀσφαλεῖ Ῥωμαῖοι νομίσαντες εἶναι καὶ τὴν ἐν τῇ πόλει νεότητα καθοπλίσαντες ἐξῆλθον εἰς τὴν ὕπαιθρον.? ὡς δὲ τήν τε πρώτην μάχην ἀπὸ σταδίων ὀκτὼ τῆς πόλεως ποιησάμενοι παρὰ τὸ τῆς Ἐλπίδος ἱερὸν ἐνίκησάν τε καὶ ἀπεώσαντο τοὺς ἀντιταξαμένους, καὶ μετὰ ταύτην αὖθις ἑτέρᾳ πλείονι δυνάμει τῶν Τυρρηνῶν ἐπελθόντων παρὰ ταῖς Κολλίναις καλουμέναις πύλαις λαμπρῶς ἠγωνίσαντο, ἀνέπνευσαν ἐκ τοῦ δέους, καὶ τὸ ἔτος τοῦτ ἐτελεύτα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기