호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὀνομάζεσθαι, σημαίνοντος τοῦ ὀνόματος, ὥς φασι, φυτὸν Ὀσίριδος.? ἐπιστολῇ τινι Ἀλεξάρχου περιέπεσεν, ἐν Διὸς ἱστορεῖται καὶ Ἴσιδος υἱὸς ὢν ὁ Διόνυσος ὑπ Αἰγυπτίων οὐκ Ὄσιρις ἀλλ Ἀρσαφὴς ἐν τῷ ἄλφα γράμματι λέγεσθαι, δηλοῦντος τὸ ἀνδρεῖον τοῦ ὀνόματος.
ἐμφαίνει δὲ τοῦτο καὶ ὁ Ἑρμαῖος ἐν τῇ πρώτῃ περὶ τῶν Αἰγυπτίων:
ὄμβριμον γάρ φησι μεθερμηνευόμενον εἶναι τὸν Ὄσιριν.
ἐῶ δὲ Μνασέαν τῷ Ἐπάφῳ προστιθέντα τὸν Διόνυσον καὶ τὸν Ὄσιριν καὶ τὸν Σάραπιν: συνοικεῖν αἱ γὰρ εἰρημέναι περὶ τὰς ἑορτὰς καὶ τὰς θυσίας οἰκειότητες ἐναργεστέραν τῶν μαρτύρων τὴν πίστιν ἔχουσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기