- 텍스트

Plutarch, De Iside et Osiride, section 20

(플루타르코스, De Iside et Osiride, section 20)

ταῦτα σχεδόν ἐστι τοῦ μύθου τὰ κεφάλαια τῶν δυσφημοτάτων ἐξαιρεθέντων, οἱό῀ν ἐστι τὸ περὶ τὸν :? Ὥρου διαμελισμὸν καὶ τὸν Ἴσιδος ἀποκεφαλισμόν.

"ἀποπτύσαι δεῖ καὶ καθήρασθαι στόμα" κατ Αἰσχύλον, οὐδὲν δεῖ λέγειν πρὸς· σέ.

καὶ γὰρ αὐτὴ δυσκολαίνεις τοῖς οὕτω παρανόμους καὶ βαρβάρους δόξας περὶ θεῶν ἔχουσιν. ἀράχναι γεννῶντες ἀφ ἑαυτῶν ἀπ ἀρχῆς ἀνυποθέτου ὑφαίνουσι καὶ ἀποτείνουσιν, ἀλλ ἔχει τινὰς ἱστορίας καὶ παθῶν διηγήσεις, οἶσθ αὐτή, καὶ καθάπερ οἱ μαθηματικοὶ τὴν ἶριν ἔμφασιν εἶναι τοῦ ἡλίου λέγουσι ποικιλλομένην τῇ πρὸς τὸ νέφος ἀναχωρήσει τῆς ὄψεως, οὕτως μῦθος ἐνταῦθα λόγου τινὸς·

ἔμφασίς ἐστιν ἀνακλῶντος ἐπ ἄλλα τὴν διάνοιαν, ὡς ὑποδηλοῦσιν αἵ τε θυσίαι τὸ πένθιμον ἔχουσαι καὶ σκυθρωπὸν ἐμφαινόμενον, αἵ τε τῶν ναῶν διαθέσεις πῆ μὲν ἀνειμένων εἰς πτερὰ καὶ δρόμους ὑπαιθρίους καὶ καθαρούς, πῆ δὲ κρυπτὰ καὶ σκότια κατὰ γῆς ἐχόντων στολιστήρια Θηβαίοις ἐοικότα καὶ σηκοῖς:

οὐχ ἥκιστα δ ἡ τῶν Ὀσιρείων δόξα, πολλαχοῦ κεῖσθαι λεγομένου τοῦ σώματος:

τε γὰρ Διοχίτην ὀνομάζεσθαι πολίχνην λέγουσιν, ὡς μόνην τὸν ἀληθινὸν ἔχουσαν, ἐ`ν τ Ἀβύδῳ τοὺς εὐδαίμονας τῶν Αἰγυπτίων καὶ δυνατοὺς μάλιστα θάπτεσθαι, φιλοτιμουμένους ὁμοτάφους·

εἶναι τοῦ σώματος Ὀσίριδος, ἐν δὲ Μέμφει τρέφεσθαι τὸν Ἆπιν, εἴδωλον ὄντα τῆς ἐκείνου ψυχῆς, ὅπου καὶ τὸ σῶμα κεῖσθαι:

καὶ τὴν μὲν πόλιν οἱ μὲν ὁρ´μον ἀγαθῶν ἑρμηνεύουσιν, οἱ δ ἰδίως τάφον Ὀσίριδος.

τὴν δὲ πρὸς Φιλαῖς νιστιτάνην ἄλλως μὲν ἄβατον ἅπασι καὶ ἀπροσπέλαστον εἶναι καὶ μηδ ὄρνιθας: τοὺς ἱερεῖς διαβαίνοντας ἐναγίζειν καὶ καταστέφειν τὸ σῆμα μηθίδης φυτῷ περισκιαζόμενον, ὑπεραίροντι πάσης ἐλαίας μέγεθος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION