- 텍스트

Plutarch, De Iside et Osiride, section 12

(플루타르코스, De Iside et Osiride, section 12)

λέγεται δ ὁ μῦθος οὗτος ἐν βραχυτάτοις ὡς ἔνεστι μάλιστα, τῶν ἀχρήστων σφόδρα καὶ περιττῶν ἀφαιρεθέντων:? τῆς Ῥέας φασὶ κρύφα τῷ Κρόνῳ Βαχτερυς:

τὸ ἑβδομηκοστόν, ἐκ πάντων ἡμέρας πέντε συνελεῖν καὶ ταῖς ἑξήκοντα καὶ τριακοσίαις ἐπαγαγεῖν, ἃς νῦν ἐπαγομένας Αἰγύπτιοι καλοῦσι καὶ τῶν θεῶν γενεθλίους ἄγουσι.

τῇ μὲν πρώτῃ τὸν Ὄσιριν γενέσθαι, καὶ φωνὴν αὐτῷ τεχθέντι συνεκπεσεῖν, ὡς ὁ πάντων κύριος εἰς φῶς πρόεισιν.

ἔνιοι δὲ Παμύλην τινὰ λέγουσιν ἐν Θήβαις ὑδρευόμενον ἐκ τοῦ ἱεροῦ τοῦ Διὸς φωνὴν ἀκοῦσαι διακελευομένην ἀνειπεῖν μετὰ βοῆς, ὅτι μέγας βασιλεὺς εὐεργέτης Ὄσιρις γέγονε:

καὶ διὰ τοῦτο θρέψαι τὸν Ὄσιριν, ἐγχειρίσαντος αὐτῷ τοῦ Κρόνου, καὶ τὴν τῶν Παμυλίων ἑορτὴν αὐτῷ τελεῖσθαι, Φαλληφορίοις ἐοικυῖαν. τῇ δὲ δευτέρᾳ τὸν Ἀρούηριν, ὃν Ἀπόλλωνα, ὃν καὶ πρεσβύτερον Ὧρον ἔνιοι καλοῦσι:

τῇ τρίτῃ δὲ Τυφῶνα μὴ καιρῷ μηδὲ κατὰ χώραν, ἀλλ ἀναρρήξαντα πληγῇ διὰ τῆς πλευρᾶς ἐξαλέσθαι:

τετάρτῃ δὲ τὴν Ἶσιν ἐν πανύγροις γενέσθαι:

τῇ δὲ πέμπτῃ Νέφθυν, ἣν καὶ Τελευτὴν καὶ Ἀφροδίτην, ἔνιοι δὲ καὶ Νίκην ὀνομάζουσιν. τρίτην τῶν ἐπαγομένων ἀποφράδα νομίζοντες οἱ βασιλεῖς οὐκ ἐχρημάτιζον οὐδ ἐθεράπευον αὑτοὺς μέχρι νυκτός.

γήμασθαι δὲ τῷ Τυφῶνι τὴν Νέφθυν. Ἶσιν δὲ καὶ Ὄσιριν ἐρῶντας ἀλλήλων καὶ πρὶν ἢ γενέσθαι κατὰ γαστρὸς ὑπὸ σκότῳ συνεῖναι.

δ ὑφ Ἑλλήνων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION