호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φιλίππῳ δ ἐξέσται καὶ πράττειν καὶ ποιεῖν, ὅ τι βούλεται καὶ τὸν Μειδίαν τοῦτον οὐκ εἰδώς, ὅστις ποτ ἐστίν, οὐδὲ γιγνώσκων καὶ τῆς ἀδελφῆς ἐναντίον κόρης ἔτι καὶ παιδὸς οὔσης καὶ πάντα τὰ τοιαῦτα.? ὅσοι μὲν οὖν ἰδίωμα τοῦ χαρακτῆρος αὐτὸ ἀποφαίνουσι τοῦ Δημοσθένους, ὀρθῶς λέγουσι: κέχρηται γὰρ αὐτῷ χρησίμως ὁ ἀνήρ, ὥσπερ καὶ τῇ τμητικῇ βραχυλογίᾳ πάντων γε μᾶλλον καὶ εὐκαιρότερον. ὅσοι δ ἐν ἁμαρτήματος αὐτὸ μοίρᾳ φέρουσι, τὰς αἰτίας οὐκ ἐξητακότες, δι ἃς εἰώθει πλεονάζειν ἐνίοτε ἐν τοῖς ὀνόμασιν, οὐ δεόντως αὐτοῦ κατηγοροῦσιν, ἀλλ ἐοίκασιν οἱ τοῦτο συκοφαντοῦντες τὴν βραχυλογίαν ἐκ παντὸς ἀπαιτεῖν, ἥν, ὅπερ εἶπον, παντὸς μᾶλλον καὶ εὐκαιρότερον παρέχεται, τῶν δὲ ἄλλων ἀρετῶν οὐδεμίαν, οὐκέτι συνορῶντες ὅτι καὶ τῆς σαφηνείας δεῖ στοχάζεσθαι τὸν ῥήτορα καὶ τῆς ἐναργείας καὶ τῆς αὐξήσεως καὶ τῆς περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων εὐρυθμίας, ὑπὲρ ἅπαντα δὲ ταῦτα τοῦ παθητικήν τε καὶ ἠθικὴν καὶ ἐναγώνιον ποιεῖν τὴν λέξιν, ἐν οἷς ἐστιν ἡ πλείστη τοῦ πιθανοῦ μοῖρα. τούτων δὲ τῶν ἀρετῶν ἑκάστην οὐχ ἡ βραχυλογία κράτιστα δύναται ποιεῖν, ἀλλὰ καὶ ὁ πλεονασμὸς ἐνίων ὀνομάτων, ᾧ καὶ ὁ Δημοσθένης κέχρηται. ἔφερον δ ἄν σοι παραδείγματα τῶν εἰρημένων, εἰ μὴ κοπώδης ἔμελλον φανήσεσθαι πρὸς σὲ δῆτα λέγων. ταῦτα, ὦ κράτιστε Ἀμμαῖε, γράφειν εἴχομέν σοι περὶ τῆς Δημοσθένους λέξεως. ἐὰν δὲ σῴζῃ τὸ δαιμόνιον ἡμᾶς, καὶ περὶ τῆς πραγματικῆς αὐτοῦ δεινότητος, ἔτι μείζονος ἢ τοῦδε καὶ θαυμαστοτέρου θεωρήματος, ἐν τοῖς ἑξῆς γραφησομένοις ἀποδώσομέν σοι τὸν λόγον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기