호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδὲν γὰρ εὑρίσκω τούτων παρὰ Δημοσθένει κείμενον, ὧν εἰρηκέναι φησὶν αὐτὸν Αἰσχίνης, οἱο῀ν ὅτι οὐ δεῖ τῆς φιλίας ἀπορρῆξαι τὴν συμμαχίαν καὶ ὅτι ἀμπελουργοῦσί τινες τὴν πόλιν καὶ ὑποτέτμηται τὰ νεῦρα τοῦ δήμου καὶ φορμορραφούμεθα καὶ ἐπὶ τὰ στενά τινες ὥσπερ τὰς βελόνας διείρουσιν, οἷς αὐτὸς ἐπιτίθησι διακωμῳδῶν:? ταῦτα δέ, ὦ κίναδος, τί ἐστι· ῥήματα ἢ θαύματα· οὐδέ γε ἄλλα τινὰ φορτικὰ καὶ ἀηδῆ ὀνόματα ἐν οὐδενὶ τῶν Δημοσθένους λόγων εὑρεῖν δεδύνημαι καὶ ταῦτα πέντε ἢ ἓξ μυριάδας στίχων ἐκείνου τοῦ ἀνδρὸς καταλελοιπότος. εἰ μέντοι τινὲς ἐν τοῖς ψευδεπιγράφοις εἰσὶ λόγοις ἀηδεῖς καὶ φορτικαὶ καὶ ἄγροικοι κατασκευαί, ὡς ἐν τοῖς κατ Ἀριστογείτονος β καὶ ἐν τῇ ἀπολογίᾳ τῶν δώρων καὶ ἐν τῷ περὶ τοῦ μὴ ἐκδοῦναι Ἅρπαλον καὶ ἐν τῷ κατὰ Νεαίρας καὶ ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν ἐν ἄλλοις τε συχνοῖς, οὕς ὁ Δημοσθένης οὐκ ἔγραψεν, ἐν ἑτέρᾳ δηλοῦταί μοι πραγματείᾳ τὰ περὶ Δημοσθένη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기