호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἃ δέ γε Αἰσχίνης περὶ αὐτοῦ γράφει συκοφαντῶν, ὥσπερ ἔφην, τοτὲ μὲν ὡς πικροῖς καὶ περιέργοις ὀνόμασι χρωμένου, τοτὲ δ ὡς ἀηδέσι καὶ φορτικοῖς, ῥᾳδίας ἔχει τὰς ἀπολογίας.? εἴ γέ τοι βουληθείη τις χωρὶς ἕκαστον τῶν ἐγκλημάτων σκοπεῖν, τὰ μὲν ἐπαίνου μᾶλλον ἢ κατηγορίας ἄξια εὑρήσει, τὰ δ οὐκ ἀληθῶς εἰρημένα ὑπ αὐτοῦ. τὸ μὲν γὰρ πικραίνειν τὴν διάλεκτον, ὅταν ἀπαιτῶσιν οἱ καιροί πολλάκις δὲ ἀπαιτοῦσι καὶ μάλιστα ἐν τοῖς παθητικοῖς τῶν ἐπιχειρημάτων, ἐγκώμιόν ἐστι τοῦ ῥήτορος, εἴ γε δὴ τὸ ποιεῖν τὸν ἀκροατὴν αὐστηρὸν τῶν νόμων φύλακα καὶ πικρὸν ἐξεταστὴν τῶν ἀδικημάτων καὶ τιμωρὸν ἀπαραίτητον τῶν παρανομούντων παρὰ τῆς ῥητορικῆς δυνάμεως ἢ μόνον ἢ μάλιστα τῶν ἄλλων ἀπαιτοῦμεν. ἀμήχανον δὲ τρυφεροῖς ὀνόμασι καλλωπίζοντα τὴν διάλεκτον ὀργὴν ἢ μῖσος ἢ τῶν παραπλησίων τι κινῆσαι παθῶν, ἀλλ ἀνάγκη καὶ νοήματ ἐξευρεῖν, ἃ δὴ τῶν τοιούτων ἔσται παθῶν ἀγωγά, καὶ ὀνόμασι τοιούτοις αὐτὰ περιλαβεῖν, οἷς πέφυκεν ἀκοὴ πικραίνεσθαι. εἰ μὲν οὖν μὴ κατὰ τὸν οἰκεῖον καιρὸν τῇ πικραινούσῃ διαλέκτῳ χρώμενον ἀπεδείκνυεν αὐτὸν ἢ πλεονάζοντα ἐν αὐτῇ καὶ τῆς ποσότητος ἀστοχοῦντα, εἰκότως ἂν ὡς ἁμαρτάνοντα διέβαλλεν. ὃ δὲ τούτων μὲν οὐδέτερον ἔχει δεικνύναι, κοινῶς δὲ διαβάλλει τὴν παθητικὴν διάλεκτον, οὖσαν ἐπιτηδειοτάτην εἰς πολιτικοὺς παραλαμβάνεσθαι λόγους, λεληθότα ἐγκώμια μεταφέρων εἰς τὰς κατηγορίας, ὥσπερ ἔφην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기