호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα πάλιν ἑτέραν ὑπόκρισιν ἀπαιτεῖ.? πυνθάνεται γάρ, εἶτ ἀνθυποφέρει καὶ παρ ἕκαστον ἀγανακτεῖ καὶ τὸ δεινὸν αὔξει. ἴδιον δὲ δή που σχῆμα πεύσεως, ἴδιον δ ἀνθυποφορᾶς, ἴδιον δ αὐξήσεως: οὐ δύναται ταῦτα ἑνὶ τόνῳ καὶ μιᾷ μορφῇ φωνῆς λέγεσθαι. τούτοις ἐκεῖνα ἕπεται: καὶ οὐ γράφει μὲν ταῦτα, τοῖς δ ἔργοις οὐ ποιεῖ, ἀλλ ἐφ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσεν: οὔθ ἡ Ἑλλὰς οὔθ ἡ βάρβαρος χωρεῖ τὴν πλεονεξίαν τοῦ ἀνθρώπου. ταῦτα ἔνεστι προφέρεσθαι ἡδονῇ ἐν παροδικοῖς μέλεσιν ὥσπερ ἱστορίαν· οὐκ αὐτὰ βοᾷ καὶ διδάσκει, πῶς αὐτὰ δεῖ λέγεσθαι, μόνον οὐ φωνὴν ἀφιέντα: ἐνταῦθα ἀστεῖον ἦχον, ταῦτα ἐσπευσμένως εἰπέ, ταῦτ ἀναβεβλημένως, δευρὶ δ ἀπόλιπε τὸ συνεχές, ἐνταυθοῖ σύναψον τὰ ἑξῆς, τούτοις συνάλγησον, τούτων καταφρόνησον, ταῦτα ἐκδειματώθητι, ταῦτα διάσυρον, ταῦτα αὔξησον· ἐμοὶ μὲν δοκεῖ. οὐκοῦν ἔστιν ἀλόγου ζῴου ψυχὴν ἔχοντα, μᾶλλον δὲ λίθου φύσιν νωθράν, ἀναίσθητον, ἀκίνητον, ἀπαθῆ, τὴν Δημοσθένους προφέρεσθαι λέξιν·?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기