- 텍스트

Dionysius of Halicarnassus, De Demosthene, chapter 50 4:

(디오니시오스, De Demosthene, chapter 50 4:)

τίνα δ ἔχει ταῦτα διαφοράν, οὐ χαλεπὸν ἰδεῖν.? ἡ μὲν ὅμοια παραλαμβάνουσα μέτρα καὶ ῥυθμοὺς τεταγμένους εἴτε κατὰ στίχον εἴτε κατὰ περίοδον, ἣν καλοῦσιν οἱ μουσικοὶ στροφήν, κἄπειτα πάλιν τοῖς αὐτοῖς ῥυθμοῖς καὶ μέτροις ἐπὶ τῶν αὐτῶν στίχων ἢ περιόδων, ἃς ἀντιστρόφους ὀνομάζουσι, χρωμένη καὶ τῷ σχήματι τούτῳ τῆς κατασκευῆς ἀπὸ τῆς ἀρχῆς μέχρι τοῦ τέλους προβαίνουσα ἔμμετρός τ ἐστὶ καὶ ἔρρυθμος, καὶ ὀνόματα κεῖται τῇ τοιαύτῃ λέξει μέτρον καὶ μέλος, ἡ δὲ περιπεπλανημένα μέτρα καὶ ῥυθμοὺς ἀτάκτους ἐμπεριλαμβάνουσα καὶ μήτε ἀκολουθίαν αὐτῶν φυλάττουσα μήτε ὁμοζυγίαν μήτ ἄλλην ὁμοιότητα τεταγμένην μηδεμίαν εὔρυθμος μέν ἐστι καὶ εὔμετρος, ἐπειδὴ διαπεποίκιλται μέτροις τε καὶ ῥυθμοῖς τισιν, οὐ μὴν ἔρρυθμός γε οὐδὲ ἔμμετρος, ἐπειδὴ οὐχὶ τοῖς αὐτοῖς οὐδὲ κατὰ ταὐτὰ ἔχουσι. τοιαύτην δή φημι πᾶσαν εἶναι λέξιν πολιτικήν, ἐν ᾗ τὸ ποιητικὸν ἐμφαίνεται κάλλος. ᾗ καὶ τὸν Δημοσθένη κεχρημένον ὁρῶ. τὰς δὲ περὶ τούτου τοῦ μέρους πίστεις ἐν τοῖς περὶ τῆς συνθέσεως γραφεῖσιν ἀποδεδωκὼς οὐκ ἀναγκαῖον ἡγοῦμαι κἀνταῦθα λέγειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION