- 텍스트

Dionysius of Halicarnassus, De Demosthene, chapter 49

(디오니시오스, De Demosthene, chapter 49)

ἆρά γε ἀπαιτήσει μέ τις ἐνταυθοῖ λόγον μελῶν τε καὶ ῥυθμῶν καὶ τῶν ἐν ταῖς μεταβολαῖς σχημάτων καὶ τοῦ ἐν ἑκάστῳ πρέποντος, ἀξιῶν ἀκοῦσαι, τίνα τε αὐτῶν ἐστιν, οἷς ἡ φιλάρχαιος ἁρμονία κοσμεῖται, καὶ τίνα τῆς κωτίλης γένοιτ ἂν ἁρμονίας·? ἢ οἰκειοτέραν τὴν ἐκ παιδὸς ἐπιφερόμενος εὐμουσίαν, ἣν ἔκ τε μουσικῆς καὶ γραμματικῆς ἔσχηκεν, αἳ ταῦτ ἔχουσι τὰ θεωρήματα, ἐπιλαβόντα τὸ χρονίζειν ἐν τοῖς κοινοῖς καὶ γνωρίμοις τὸν λόγον οὐ συκοφαντήσει, ἄλλως τε καὶ τοῦ καιροῦ τὰ μέτρα ὁρῶν· οἰόμαι μὲν οὖν, ὡς καὶ δόξαν ἐπιεικῆ περὶ τῶν ἄλλων ἔχω, ἀρξάμενος ἀπὸ σοῦ, φίλτατε Ἀμμαῖε, καὶ ἐκ τῆς εὐμουσίας τῆς σῆς λαμβάνων. εἰ δέ τις ἀπαιτήσει καὶ ταῦτ ἔτι μαθεῖν ὅπῃ ποτ ἔχει, τοὺς ὑπομνηματισμοὺς ἡμῶν λαβών, οὓς περὶ τῆς συνθέσεως τῶν ὀνομάτων πεπραγματεύμεθα, πάντα ὅσα ποθεῖ τῶν ἐνθάδε παραλειπομένων εἴσεται. ἐγὼ δὲ τῇδέ πῃ περιγράψας τὸν ὑπὲρ τούτων λόγον ἐπὶ τὸ περιλειπόμενον ἐλεύσομαι μέρος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION