Dionysius of Halicarnassus, De Demosthene, chapter 46

(디오니시오스, De Demosthene, chapter 46)

συνελόντι δ’ εἰπεῖν, οὐ μόνον παρὰ τὰσ ἰδιότητασ τῶν λόγων καὶ τὰσ παραλλαγὰσ τῶν ὑποθέσεων διαφόρουσ ᾤετο δεῖν ποιεῖσθαι τὰσ κράσεισ τῶν ἐν τῇ συνθέσει χαρακτήρων, ἀλλὰ καὶ παρ’ αὐτὰ τὰ γένη τῶν ἐπιχειρημάτων τὰ συμπληρωτικὰ μέρη διαφόρουσ ἔχοντα τὰσ φύσεισ ὁρῶν διαλλαττούσαισ κατασκευαῖσ τῆσ ἁρμονίασ ἐπειρᾶτο κοσμεῖν, ἄλλωσ μὲν τὰσ γνωμολογίασ συντιθείσ, ἄλλωσ δὲ τὰ ἐνθυμήματα, διαφόρωσ δὲ τὰ παραδείγματα.

SEARCH

MENU NAVIGATION