- 텍스트

Dionysius of Halicarnassus, De Demosthene, chapter 45 2:

(디오니시오스, De Demosthene, chapter 45 2:)

ἐν οἷς δὲ τὰ πρὸς τὴν ἀλήθειαν καὶ τὸ συμφέρον συντείνοντα λέγεσθαι:? ταῦτα δὲ ἁπλοϊκῶς πως καὶ γενναίως καὶ μετὰ σεμνότητος αὐστηρᾶς ἀπαιτοῦσιν οἱ πολλοὶ μανθάνειν, τὸ δὲ κωτίλον ἐν τούτοις καὶ ἀπατηλὸν ὡρ´αν οὐκ ἔχει ἐπὶ τῶν ἐναγωνίων λόγων. οὐ τὴν αὐτὴν οὖν ἐπιστάμενος ἁπάντων φύσιν οὐδὲ τοὺς αὐτοὺς ᾤετο δεῖν πᾶσι προσήκειν κόσμους, ἀλλὰ τοῖς μὲν δημηγορικοῖς τὸ ἀξίωμα καὶ τὴν μεγαληγορίαν μᾶλλον ἁρμόττειν, τοῖς δὲ δικανικοῖς, ἔνθα τῶν ἀλλοτρίων ἀκουστὴς γίνεται κακῶν ὁ δικαστής, ψυχῆς τε καὶ τῶν ἄλλων, ὅσα τιμιώτατά ἐστιν ἀνθρώποις, ἀγών, τὴν χάριν καὶ τὴν ἡδονὴν καὶ τὴν ἀπάτην καὶ τὰ παραπλήσια τούτοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION