호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί δὲ τοῦτ ἔστιν·? ἐπειδὴ κρατίστην μὲν ἔφην εἶναι τὴν μικτὴν σύνθεσιν, ταύτῃ δὲ κεχρῆσθαί φημι τὸν Δημοσθένην ἁπάντων μετριώτατα τῶν ἄλλων, ἐπιτάσεις δὲ καὶ ἀνέσεις ἀξιολόγους ἐν αὐτῇ ποιεῖσθαι, τοτὲ μὲν ἀξιωματικωτέραν, τοτὲ δ εὐπρεπεστέραν ποιοῦντα τὴν ἀγωγήν, τί δή ποτε βουλόμενος οὐ πορεύεται μίαν αἰεὶ καὶ τὴν αὐτὴν ὁδόν· καὶ τὸ ἐν τῷδε ἢ τῷδε πλεονάζειν χαρακτῆρι ποίοις τισὶν ὁρίζει κανόσι· δοκεῖ δή μοι φύσει τε καὶ πείρᾳ διδαχθεὶς ὁ ἀνὴρ πρῶτον μὲν ἐκεῖνο καταμαθεῖν, ὅτι οὐχ ὁμοίας ἀπαιτοῦσι κατασκευὰς λέξεως οἱ πρὸς τὰς πανηγύρεις καὶ σχολὰς συρρέοντες ὄχλοι τοῖς εἰς τὰ δικαστήρια καὶ τὰς ἐκκλησίας ἀπαντῶσιν, ἀλλ οἳ μὲν ἀπάτης ὀρέγονται καὶ ψυχαγωγίας, οἳ δὲ διδαχῆς, ὧν ἐπιζητοῦσι, καὶ ὠφελείας. οὔτε δὴ τὸν ἐν δικαστηρίοις λόγον ᾤετο δεῖν κωτίλλειν καὶ λιγαίνειν, οὔτε τὸν ἐπιδεικτικὸν αὐχμοῦ μεστὸν εἶναι καὶ πίνου. πανηγυρικοὺς μὲν οὖν λόγους οὐκ ἔχομεν αὐτοῦ παρασχέσθαι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기