호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ περιόδων αἳ μέν εἰσιν εὐκόρυφοι καὶ στρογγύλαι ὥσπερ ἀπὸ τόρνου, αἳ δὲ ὕπτιαί τε καὶ κεχυμέναι καὶ οὐκ ἔχουσαι τὰς βάσεις περιττάς.? μήκει τε αἳ μὲν ἐλάττους, ὥστε συμμετρηθῆναι πρὸς ἀνδρὸς πνεῦμα, αἳ δὲ πολλῷ μείζους, οἱαῖ καὶ μέχρι τῆς τετάρτης ἀναπαύσεως προελθοῦσαι τότε λήγειν εἰς πέρας. τῶν τε σχημάτων ἔνθα μὲν ἄν τις εὑρ´οι τὰ σεμνὰ καὶ αὐστηρὰ καὶ ἀρχαῖα πλεονάζοντα, ἔνθα δὲ τὰ λιγυρὰ καὶ γλαφυρὰ καὶ θεατρικά. καὶ τῶν ῥυθμῶν πολλαχῇ μὲν τοὺς ἀνδρώδεις καὶ ἀξιωματικοὺς καὶ εὐγενεῖς, σπανίως δέ που τοὺς ὑπορχηματικούς τε καὶ Ιὠνικῶς διακλωμένους. ὑπὲρ ὧν ὀλίγον ὕστερον ἐροῦμεν: ἕτερος γὰρ ἐπιτηδειότερος αὐτοῖς ἔσται τόπος. νυνὶ δέ, ὃ προσαπαιτεῖν ἐοίκεν ὁ λόγος, ἔτι προσθείς, ἐπὶ τὰ λοιπὰ τῶν προκειμένων μεταβήσομαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기