호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν ταῖσ τρισὶ περιόδοισ ταύταισ τὰ μὲν ἄλλα ὀνόματα πάντα εὐφώνωσ τε σύγκειται καὶ ἡδέωσ τῷ συνεχεῖσ σφόδρα καὶ μαλακὰσ αὐτῶν εἶναι τὰσ ἁρμονίασ. ὀλίγα δ’ ἐστὶ παντάπασιν, ἃ διἵστησι τὰσ ἁρμονίασ καὶ τραχείασ φαίνεσθαι ποιεῖ αὐτάσ, ἐν μὲν τῇ πρώτῃ περιόδῳ κατὰ δύο τόπουσ τὰ φωνήεντα συγκρουόμενα ἔν τε τῷ ὦ ἄνδρεσ Ἀθηναῖοι καὶ ἐν τῷ εὐτυχοῦντα ὁρῶν, ἃ διἵστησι τὸ συναφέσ. καὶ κατ’ ἄλλουσ δύο τόπουσ ἢ τρεῖσ τὰ ἡμίφωνα καὶ ἄφωνα παραπίπτοντα ἀλλήλοισ τὰ φύσιν οὐκ ἔχοντα συναλείφεσθαι ἔν τε τῷ τὸν Φίλιππον καὶ ἐν τῷ ταύτῃ φοβερὸν προσπολεμῆσαι ταράττει τοὺσ ἤχουσ μετρίωσ καὶ οὐκ ἐᾷ φαίνεσθαι μαλακούσ. ἐν δὲ τῇ δευτέρᾳ περιόδῳ τραχύνεται μὲν ἡ σύνθεσισ ἐν τῷ μεγάλη γὰρ ῥοπή, διὰ τὸ μὴ συναλείφεσθαι τὰ δύο ρ ρ καὶ ἐν τῷ ἀνθρώπων πράγματα διὰ τὸ μὴ συλλεαίνεσθαι τὸ ν τῷ ἑξῆσ. διασπᾶται δ’ ἐν τῷ μᾶλλον δὲ ὅλον ἡ τύχη, βραχέων φωνηέντων πολὺν τὸν μεταξὺ χρόνον περιλαμβανόντων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기