호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιαῦτά τινά μοι καὶ ταύτησ εἶναι φαίνεται χαρακτηριστικὰ τῆσ ἁρμονίασ. παραδείγματα δ’ αὐτῆσ ποιοῦμαι ποιητῶν μὲν Ἡσίοδόν τε καὶ Σαπφὼ καὶ Ἀνακρέοντα, τῶν δὲ πεζῇ λέξει χρησαμένων Ἰσοκράτην τε τὸν Ἀθηναῖον καὶ τοὺσ ἐκείνῳ πλησιάσαντασ. εἴρηνται μὲν οὖν καὶ πρότερον ἤδη λέξεισ τινέσ, ἐν αἷσ τὸν ὅλον χαρακτῆρα αὐτοῦ τῆσ λέξεωσ ὑπέγραφον, ἐξ ὧν καὶ τὰ περὶ τὴν σύνθεσιν, εἰ τοιαῦτά ἐστιν οἱᾶ λέγομεν ἡμεῖσ, οὐ χαλεπῶσ ἄν τισ ἴδοι. ἵνα δὲ μὴ δόξωμεν διαρτᾶν τὰσ ἀκολουθίασ, τοὺσ ἀναγινώσκοντασ ἐπὶ τὰ ἐν ἀρχαῖσ ῥηθέντα παραδείγματα κελεύοντεσ ἀναστρέφειν, λαμβανέσθω κἀνταῦθα ἐκ τῶν Πανηγρικῶν αὐτοῦ λόγων λέξισ οὐ πολλὴν διατριβὴν παρέξουσα τοῖσ ἀναγνωσομένοισ, ἐν ᾗ διεξέρχεται τὰ πραχθέντα Ἀθηναίοισ περὶ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν. ἔστι δὲ ἥδε· ἐπειδὴ γὰρ οὐχ οἱοῖ́ τε ἦσαν πρὸσ ἀμφοτέρασ ἅμα παρατάξασθαι τὰσ δυνάμεισ, παραλαβόντεσ ἅπαντα τὸν ὄχλον ἐκ τῆσ πόλεωσ εἰσ τὴν ἐχομένην νῆσον ἐξέπλευσαν, ἵν’ ἐν μέρει καὶ μὴ πρὸσ ἑκάτερα κινδυνεύωσι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기