- 텍스트

Dionysius of Halicarnassus, De Demosthene, chapter 37

(디오니시오스, De Demosthene, chapter 37)

τρεῖς γὰρ δὴ συνθέσεως σπουδαίας χαρακτῆρες οὗτοι οἱ γενικώτατοι, οἱ δ ἄλλοι παρὰ τούτους τε καὶ ἀπὸ τούτων εἰσὶ κατεσκευασμένοι, πολλοὶ σφόδρα ὄντες, ἐπιτάσει τε καὶ ἀνέσει διαφέροντες ἀλλήλων.? εἰλικρινὴς μὲν οὖν ἁρμονία καὶ ἀκραιφνὴς χαρακτὴρ κατὰ πᾶν οὐκ ἂν εὑρεθείη παρ οὐδενὶ οὔτε ἐμμέτρων οὔτε πεζῶν ποιητῇ λόγων, οὐδὲ χρὴ μαρτύρια τοιαῦτα παρ οὐδενὸς ἀπαιτεῖν. ὅπου γὰρ οὐδὲ τῶν στοιχείων τῶν πρώτων, ἐξ ὧν ἡ τοῦ παντὸς συνέστη φύσις, γῆς τε καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, οὐδὲν εἰλικρινές ἐστιν, ἀλλὰ πάντα μετέχει πάντων, ὠνόμασται δ ἕκαστον αὐτῶν κατὰ τὸ πλεονάζον, τί θαυμαστόν, εἰ αἱ τῆς λέξεως ἁρμονίαι τρεῖς οὖσαι τὸν ἀριθμὸν οὐκ ἔχουσιν εἰλικρινῆ τὴν φύσιν οὐδ ἀνεπίμικτον, ἀλλ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ συμβεβηκότων αὐτοῖς ὀνόματός τε ἠξίωνται καὶ χαρακτῆρος ἰδίου· ὥσθ, ὅταν παρέχωμαι δείγματα ἑκάστης καὶ μαρτύρια φέρω, λέξεις τινὰς παρατιθεὶς τῶν χρησαμένων αὐταῖς ποιητῶν τε καὶ συγγραφέων, μηδεὶς συκοφαντείτω τὰς ἐπιπλοκὰς καὶ τὰς κατὰ μόρια ποιότητας αὐτῶν, ἀλλὰ κατὰ τὸ πλεονάζον ἕκαστον τῶν παραλαμβανομένων σκοπείτω, τεκμαιρόμενος, εἰ πολλαχῇ τοιοῦτόν ἐστι τὸ δεικνύμενον, οὐκ εἰ ἁπανταχῇ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION