호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
, ἐν ἑτέρῳ δὲ τόπῳ οὑτωσὶ λέγων:? ὡς ὑμᾶς ὀρρωδῶ κακῶς πάσχοντας, τὴν σύνθεσιν τῶν Δημοσθένους ὀνομάτων ἀγαπήσαντας. καὶ γὰρ ἐνταῦθα πάλιν οὐ δέδοικε, μὴ τὸ κάλλος καὶ τὴν μεγαλοπρέπειαν αὐτοῦ τῶν ὀνομάτων ἀγαπήσωσιν Ἀθηναῖοι, ἀλλὰ μὴ λάθωσιν ὑπὸ τῆς συνθέσεως γοητευθέντες, ὥστε καὶ τῶν φανερῶν αὐτὸν ἀδικημάτων ἀφεῖναι διὰ τὰς σειρῆνας τὰς ἐπὶ τῆς ἁρμονίας. ἐκ δὲ τούτων οὐ χαλεπὸν ἰδεῖν, ὅτι δεινότητα μὲν αὐτῷ, ὅσην οὐχ ἑτέρῳ, μαρτυρῶν καὶ ταῖς σειρῆσιν ἀπεικάζων αὐτοῦ τὴν μουσικήν, ἀγάμενος δὲ οὐ τῆς ἐκλογῆς τῶν ὀνομάτων αὐτόν, ἀλλὰ τῆς συνθέσεως, ἀναμφιλόγως αὐτῷ ταύτην παρακεχώρηκε τὴν ἀρετήν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기