- 텍스트

Dionysius of Halicarnassus, De Demosthene, chapter 30 5:

(디오니시오스, De Demosthene, chapter 30 5:)

χρὴ δὲ οὐδέτερα τούτων, ἀλλ ἐκείνους μάλιστα ἐπαινέτας ἡμῶν εἶναι ἔργῳ, παρέχοντας αὑτοὺς φαινομένους τῷ ὄντι πατέρας ὄντας ἄνδρας ἀνδρῶν.? πάλαι γὰρ τὸ μηδὲν ἄγαν λεγόμενον καλῶς δοκεῖ λέγεσθαι: τῷ ὄντι γὰρ εὖ λέγεται. ὅτῳ γὰρ ἀνδρὶ εἰς ἑαυτὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα ἢ ἐγγὺς τούτου, καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται, ἐξ ὧν ἢ εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἠναγκάσθη καὶ τὰ ἐκείνου, τούτῳ ἄριστα παρεσκεύασται ζῆν, οὗτός ἐστιν ὁ σώφρων καὶ οὗτος ἀνδρεῖος καὶ φρόνιμος, οὗτος γιγνομένων παίδων καὶ χρημάτων καὶ διαφθειρομένων καὶ μάλιστα πείθεται τῇ παροιμίᾳ: οὔτε γὰρ χαίρων οὔτε λυπούμενος ἄγαν φανήσεται διὰ τὸ αὑτῷ πεποιθέναι. τοιούτους δὴ ἡμεῖς ἀξιοῦμεν καὶ τοὺς ἡμετέρους εἶναι καὶ βουλόμεθα καὶ φαμέν. καὶ ἡμᾶς αὐτοὺς νῦν παρέχομεν τοιούτους, οὐκ ἀγανακτοῦντας οὐδὲ φοβουμένους ἄγαν, εἰ δεῖ τελευτᾶν ἐν τῷ παρόντι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION