호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χρὴ οὖν μεμνημένους τῶν ἡμετέρων λόγων, ἤν τι καὶ ἄλλο ἀσκῆτε, ἀσκεῖν μετ ἀρετῆς, εἰδότας ὅτι τούτου λειπόμενα πάντα καὶ κτήματα καὶ ἐπιτηδεύματα αἰσχρὰ καὶ κακά.? οὔτε γὰρ πλοῦτος κάλλος φέρει τῷ κεκτημένῳ ἀνανδρίαν ἄλλοις γὰρ ὁ τοιοῦτος πλουτήσει καὶ οὐχὶ ἑαυτῷ, οὔτε κάλλος σώματος οὔτ ἰσχὺς δειλῷ καὶ κακῷ συνοικοῦντα πρέποντα φαίνεται, ἀλλ ἀπρεπῆ καὶ ἐπιφανεστέραν ἔχοντα τὴν δειλίαν, πᾶσά τε ἐπιστήμη χωριζομένη δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς πανουργία, ἀλλ οὐ σοφία φαίνεται. ὧν ἕνεκα καὶ πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν πειρᾶσθε ἔχειν, ὅπως μάλιστα μὲν ὑπερβαλεῖσθε καὶ ἡμᾶς καὶ τοὺς πρόσθεν εὐκλείᾳ, εἰ δὲ μή, ἴστε, ὡς ἡμῖν, ἂν μὲν νικῶμεν ὑμᾶς ἀρετῇ, ἡ νίκη αἰσχύνην φέρει, ἡ δὲ ἧττα, ἐὰν ἡττώμεθα, εὐδαιμονίαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기