호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐῶμεν καὶ τοῦτο, πῶς δὲ τῆς δωρεᾶς αὐτῆς εἶπε τὸ μέγεθος, ἐξετάσωμεν:? ὡῖ κάλλιστα καὶ ἄριστα τρέφεται τὸ ἀνθρώπειον γένος. εἰ τῶν ἐπιγείων τις ἡμῶν καὶ χαμαὶ ἐρχομένων κάλλιστα καὶ ἄριστα εἶπεν, ὅσον ἂν ἐκίνησε γέλωτα· πλὴν ἀφείσθω καὶ τοῦτο. τούτου δὲ τοῦ καρποῦ οὐκ ἐφθόνησεν, ἀλλ ἔνειμε καὶ τοῖς ἄλλοις. εἴ τις βουλήσεται παράδειγμα λαβεῖν μένης λέξεως, ἡ τοῦ καρποῦ μὴ φθονήσασα γῆ οὐχὶ πρώτη παρακείσεται· ἐμοὶ μὲν γὰρ δοκεῖ. ἡ δὲ μεταδοῦσα τῶν ἑαυτῆς ἀγαθῶν ἅπασιν ἀνθρώποις καὶ τηλικούτῳ κατασπείρασα πλούτῳ βάρβαρόν τε καὶ Ἑλλάδα γῆν τούτοις ἀξία κοσμεῖσθαι τοῖς ῥήμασιν, ὅτι οὐκ ἐφθόνησε τῶν σπερμάτων καὶ ὅτι ἔνειμεν αὐτὰ τοῖς ἄλλοις· οὐ τοῦ μὲν μὴ φθονῆσαι τοῖς πέλας οὐδὲ μεμνῆσθαι παντάπασιν ἐχρῆν, τὸ δὲ νεῖμαι τοῦ καρποῦ σεμνοτέρῳ ὀνόματι δωρεᾶς ἤ χάριτος ἢ ἄλλου τινὸς τῶν τοιούτων περιλαβεῖν· ἐῶ ταῦτα.
τὴν δὲ τῆς Ἀθηνᾶς δωρεὰν οὕτως εἴρηκεν: μετὰ δὲ ταῦτα ἐλαίου γένεσιν, πόνων ἀρωγήν, ἀνῆκε τοῖς ἐκγόνοις. περιφράσεις πάλιν ἐνταῦθα καὶ διθύραμβοι. καὶ τί δεῖ τὰ πλείω λέγειν· δἰ ὅλου γὰρ ἄν τις εὑρ´οι τοῦ λόγου πορευόμενος τὰ μὲν οὐκ ἀκριβῶς οὐδὲ λεπτῶς εἰρημένα, τὰ δὲ μειρακιωδῶς καὶ ψυχρῶς, τὰ δὲ οὐκ ἔχοντα ἰσχὺν καὶ τόνον, τὰ δὲ ἡδονῆς ἐνδεᾶ καὶ χαρίτων, τὰ δὲ διθυραμβώδη καὶ φορτικά. ἐγὼ δ ἠξίουν πάντα γενναῖα εἶναι καὶ σπουδῆς ἄξια. Πλάτων γάρ ἐστιν ὁ ταῦτα γράφων, ὃς εἰ μὴ καὶ τὰ πρωτεῖα οἴσεται τῆς λέξεως, περί γε τῶν δευτερείων πολὺν ἀγῶνα παρέξει τοῖς διαμιλλησομένοις. ἀλλὰ περὶ μὲν τούτων ἅλις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기