- 텍스트

Dionysius of Halicarnassus, De Demosthene, chapter 26

(디오니시오스, De Demosthene, chapter 26)

ἀκούσωμεν δὲ αὐτοῦ, πῶς λέγει:? ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος τοῖς πράξασι γίνεται παρὰ τῶν ἀκουσάντων. ἐνταῦθα τοῖς μὲν ἔργοις ὁ λόγος ἀντίκειται, τῷ δὲ πραχθῆναι τὸ ῥηθῆναι, μετωνόμασται δὲ ἀντὶ τοῦ εὖ τὸ καλῶς, παρισοῦται δὲ τὰ τρία μόρια τοῦ λόγου τοῖς τρισί. τοῦ δὲ ἀσφαλῶς βῆναι τὴν περίοδον ἕνεκα καὶ οὐθενὸς ἀναγκαίου, τέλος ἤδη τῆς διανοίας ἐχούσης, προσείληπται τὸ παρὰ τῶν ἀκουσάντων. ἆρά γε ὁμοίως ἡρμήνευται ὁ αὐτὸς νοῦς οὑτοσὶ τοῖς ποιηταῖς, οὓς περιφρονεῖ καὶ ἀπελαύνει τῆς πολιτείας ὁ φιλόσοφος, ἢ κάλλιον καὶ γενναιότερον· πρέπει δ ἐσλοῖσιν ὑμνεῖσθαι καλλίσταις ἀοιδαῖς. τοῦτο γὰρ ἀθανάτοις τιμαῖσι ποτιψαύει μόνον: ῥηθὲν θνᾴσκει δὲ σιγαθὲν καλὸν ἔργον. Πίνδαρος τοῦτο πεποίηκεν εἰς Ἀλέξανδρον τὸν Μακεδόνα, περὶ τὰ μέλη καὶ τοὺς ῥυθμοὺς μᾶλλον ἢ περὶ τὴν λέξιν ἐσπουδακώς. Πλάτων δέ, ὃς ἐπαγγέλλεται σοφίαν, τρυφεροῖς καλλωπίζει καὶ περιέργοις σχήμασι τὴν φράσιν. καὶ οὔπω τοῦθ ἱκανόν, ἀλλὰ καὶ ἐν τῇ μετ αὐτὴν περιόδῳ τὰ αὐτὰ ποιῶν φανήσεται. φησὶ γάρ:

δεῖ δὴ τοιούτου τινὸς λόγου, ὅστις τοὺς μὲν τετελευτηκότας ἱκανῶς ἐπαινέσει, τοῖς δὲ ζῶσιν εὐμενῶς παραινέσει. οὐκοῦν ἐπίρρημα ἐπιρρήματι ἀντιπαράκειται καὶ ῥήματι ῥῆμα, τὸ μὲν ἱκανῶς τῷ εὐμενῶς, τῷ δ ἐπαινέσει τὸ παραινέσει, καὶ ταῦτα πάρισα: οὐ Λικύμνιοι ταῦτ εἰσὶν οὐδ Ἀγάθωνες οἱ λέγοντες ὕβριν ἤ κύπριν μισθῷ ποθὲν ἢ μόχθον πατρίδων, ἀλλ ὁ δαιμόνιος ἑρμηνεῦσαι Πλάτων. καὶ οὐ τοῖς σχήμασιν ἐπιτιμῶ: φέρει γάρ ποτε καὶ ταῦτα τοῖς λόγοις ὡρ´αν. οὗ χάριν οὐ ψέγω οὐδ αὐτὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαιρίαν μόνην μέμφομαι καὶ μάλιστα ὅταν ὑπὸ τοιούτου γίνηται ἀνδρός, ᾧ κανόνι ὀρθοεπείας χρήσασθαι ἀξιοῦμεν. ἐν γὰρ δὴ τῷ αὐτῷ λόγῳ τούτῳ κἀκεῖνά ἐστιν: ὧν δ οὔτε ποιητής πω δόξαν ἀξίαν ἐπ ἀξίοις λαβὼν ἔχει, καὶ αὖθις:

τειχισαμένη καὶ ναυπηγησαμένη, ἐκδεξαμένη τὸν πόλεμον, καὶ ἔτι: ὧν ἕνεκα καὶ πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν πειρᾶσθε ἔχειν, καὶ πάλιν: φέροντες μὲν τὰς συμφορὰς ἀνδρείως δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες εἶναι, κἀκεῖνά γε ἔτι: τοὺς μὲν παιδεύοντες κοσμίως, τοὺς δὲ γηροτροφοῦντες ἀξίως, καὶ πάλιν που: καὶ αὐτὸς δέομαι ὑπὲρ ἐκείνων, τῶν μὲν μιμεῖσθαι τοὺς ἑαυτῶν, τῶν δὲ καρτερεῖν ὑπὲρ ἑαυτῶν, καὶ ταυτί: πολιτεία γὰρ ἀνθρώπων τροφή ᾿στι καὶ ἡ μὲν ἀγαθὴ ἀγαθῶν, μὴ καλὴ δὲ κακῶν. κἀκεῖνα δ ἔτι: νικήσαντες μὲν τοὺς πολεμίους, λυσάμενοι δὲ τοὺς φιλίους, ἀναξίου τύχης τυχόντες. πολύς ἐστι τῶν τοιούτων σχημάτων ὄχλος δι ὅλου τοῦ ἐπιταφίου.

ἀλλ ἐάσας τὸ περὶ τούτων ἀκριβολογεῖν ἐπ ἐκεῖνά τ ἐλεύσομαι καί μοι πάνυ μὲν αἰδουμένῳ καὶ ὀκνοῦντι εἰπεῖν, ὅμως δ εἰρήσεται, ὅτι παχύτητος καὶ ἀδυνασίας ἔδοξεν εἶναι μηνύματ αὐτά.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION