- 텍스트

Dionysius of Halicarnassus, De Demosthene, chapter 21 4:

(디오니시오스, De Demosthene, chapter 21 4:)

τί δὴ τὸ πάντων αἴτιον τούτων·? καὶ τί δή ποτ εἶχεν ἅπαντα καλῶς τότε καὶ νῦν οὐκ ὀρθῶς· ὅτι τὸ μὲν πρῶτον καὶ στρατεύεσθαι τολμῶν αὐτὸς ὁ δῆμος δεσπότης τῶν πολιτευομένων ἦν καὶ κύριος αὐτὸς ἁπάντων τῶν ἀγαθῶν, καὶ ἀγαπητὸν ἦν παρὰ τοῦ δήμου τῶν ἄλλων ἑκάστῳ καὶ τιμῆς καὶ ἀρχῆς καὶ ἀγαθοῦ τινος μεταλαβεῖν. νῦν δὲ τοὐναντίον κύριοι μὲν τῶν ἀγαθῶν οἱ πολιτευόμενοι καὶ διὰ τούτων ἅπαντα πράττεται, ὑμεῖς δὲ ὁ δῆμος ἐκνενευρισμένοι καὶ περιῃρημένοι χρήματα, συμμάχους ἐν ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε, ἀγαπῶντες, ἂν μεταδῶσι θεωρικὸν ὑμῖν ἢ βοϊ´δια πέμψωσιν οὗτοι. καὶ τὸ πάντων ἀνανδρότατον: τῶν ὑμετέρων αὐτῶν χάριν προσοφείλετε. οἳ δ ἐν αὐτῇ πόλει καθείρξαντες ὑμᾶς ἐπάγουσιν ἐπὶ ταῦτα καὶ τιθασεύουσι, χειροήθεις αὑτοῖς ποιοῦντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION