호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰσαγέσθω δὴ μετὰ τοῦτον ὁ Δημοσθένης, καὶ λαμβανέσθω κἀκείνου λέξις ἐκ μιᾶς τῶν κατὰ Φιλίππου δημηγορίας, δι ἧς καὶ αὐτὸς συγκρίνει τὰ καθ ἑαυτὸν ἔργα τοῖς ἐπὶ τῶν προγόνων καὶ τοὺς νέους δημαγωγοὺς τοῖς παλαιοῖς, οὐ καθ ἓν ἔργον ἕκαστον ἀρχαῖον ἔργῳ καινῷ παρατιθεὶς οὐδὲ πάντα μικρολογῶν συγκρίσει, ἀλλὰ ὅλῃ τῇ θέσει ποιούμενος ὅλην τὴν ἀντίθεσιν διεξοδικὴν οὕτως:? καίτοι σκέψασθε, ὦ ἄνδρες Ἀθηναῖοι, ἅ τις ἂν κεφάλαια εἰπεῖν ἔχοι τῶν τε ἐπὶ τῶν προγόνων ἔργων καὶ τῶν ἐφ ὑμῶν. ἔσται δὲ βραχὺς καὶ γνώριμος ὑμῖν ὁ λόγος. οὐ γὰρ ἀλλοτρίοις χρωμένοις ὑμῖν παραδείγμασιν ἀλλ οἰκείοις, ὦ ἄνδρες Ἀθηναῖοι, εὐδαίμοσιν ἔξεστι γίγνεσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기