호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλοῦ γε καὶ δεῖ.? τὰ γὰρ ἐκλύοντα μάλιστα τὴν δύναμιν αὐτῆς καὶ ἀποστρέφοντα τὴν ἀκοὴν ταῦτ ἔστι τὰ μειρακιώδη πάρισα καὶ τὰ ψυχρὰ ἀντίθετα καὶ τὰ παραπλήσια τούτοις. αὐτίκα ἐν αὐτῇ ταύτῃ τῇ λέξει, περὶ ἧς ὁ λόγος, τό τε πρᾶγμα ὅλον ἐστὶν ἀντίθεσις καὶ τὰ κατὰ μέρος αὐτοῦ νοήματα ἓν πρὸς ἓν ἀντίκειται καὶ τῶν περιόδων ἑκάστη δι ἀντιθέτων κατεσκεύασται, ὥστ ἀποκναίειν τοὺς ἀκούοντας ἀηδίᾳ καὶ κόρῳ. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. πάσης διανοίας καὶ περιόδου καὶ λήμματος αἵ τε ἀρχαὶ καὶ αἱ ἐπιφοραὶ τοιαῦταί εἰσιν: οἳ μὲν γὰρ ἡμεῖς δέ, καί: κἀκεῖνοι μὲν ἡμεῖς δέ, καί: τότε μὲν νῦν δέ, καί: ὅσον οἳ μὲν ἡμεῖς δέ, καί: τοῦτο μὲν τοῦτο δέ. ταῦτ ἀπὸ τῆς ἀρχῆς ἑώς τελευτῆς κεκύκλωκε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기