- 텍스트

Dionysius of Halicarnassus, De Demosthene, chapter 18 2:

(디오니시오스, De Demosthene, chapter 18 2:)

ἔτι πρὸς τούτοις κἀκεῖνα πρόσεστι τῷ ἀνδρί.? τὸ δ ἐκ παντὸς ἡδύνειν τὰς ἀκοὰς εὐφώνων τε καὶ μαλακῶν ὀνομάτων ἐκλογῇ καὶ πάντα ἀξιοῦν εἰς εὐρύθμους κατακλείειν περιόδων ἁρμονίας καὶ διὰ τῶν θεατρικῶν σχημάτων καλλωπίζειν τὸν λόγον οὐκ ἦν πανταχῇ χρήσιμον. ἄτολμός ἐστι περὶ τὰς τροπικὰς κατασκευὰς καὶ ψοφοδεὴς καὶ οὐκ εἰσφέρεται τόνους κραταιούς. καίτοι γε τοῖς ἀθληταῖς τῆς ἀληθινῆς λέξεως ἰσχυρὰς τὰς ἁφὰς προσεῖναι δεῖ καὶ ἀφύκτους τὰς λαβάς. πα θαίνειν τε οὐ δύναται τοὺς ἀκροωμένους, ὁπόσα βούλεται, τὰ πολλὰ δὲ οὐδὲ βούλεται, πείθεται δὲ ἀποχρῆν τῷ πολιτικῷ διάνοιαν ἀποδείξασθαι σπουδαίαν καὶ ἦθος ἐπιεικές. καὶ τυγχάνει μέντοι γε τούτων ἑκατέρου: δεῖ γὰρ τἀληθῆ μαρτυρεῖν. ἦν δὲ ἄρα πάντων ἰσχυρότατον τῷ μέλλοντι πείθειν δῆμον ἢ δικαστήριον, ἐπὶ τὰ πάθη τοὺς ἀκροατὰς ἀγαγεῖν. οὐδὲ δὴ τοῦ πρέποντος ἐν ἅπασιν ἐπιτυγχάνει, ἀνθηρὰν δὲ καὶ θεατρικὴν ἐκ παντὸς ἀξιῶν εἶναι τὴν διάλεκτον, ὡς τῆς ἡδονῆς ἅπαν ἐχούσης ἐν λόγοις τὸ κράτος, ἀπολείπεταί ποτε τοῦ πρέποντος. οὐχ ἅπαντα δέ γε τὰ πράγματα τὴν αὐτὴν ἀπαιτεῖ διάλεκτον, ἀλλ ἔστιν ὥσπερ σώμασι πρέπουσά τις ἐσθής, οὕτως καὶ νοήμασιν ἁρμόττουσά τις ὀνομασία.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION