호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ γὰρ καὶ τὰ κατὰ τὴν πόλιν ἰδὼν ἄν τις καλῶς διοικούμενα καὶ περὶ τῶν ἄλλων θαρσήσειεν·? ἀλλ οὐκ ἂν ἐπ αὐτοῖς τούτοις μάλιστ ἀγανακτήσειεν· οἵτινες αὐτόχθονες μὲν εἶναι φαμὲν καὶ τὴν πόλιν ταύτην προτέραν οἰκισθῆναι τῶν ἄλλων, προσῆκον δ ἡμᾶς εἶναι παράδειγμα τοῦ καλῶς τε καὶ τεταγμένως πολιτεύεσθαι χεῖρον καὶ ταραχωδέστερον τὴν ἡμετέραν αὐτῶν διοικοῦμεν τῶν ἄρτι τὰς πόλεις οἰκιζόντων. καὶ σεμνυνόμεθα μὲν καὶ μεγαλοφρονοῦμεν ἐπὶ τῷ βέλτιον τῶν ἄλλων γεγονέναι, ῥᾷον δὲ μεταδίδομεν τοῖς βουλομένοις ταύτης τῆς εὐγενείας ἢ Τριβαλλοί τε καὶ Λευκανοὶ τῆς δυσγενείας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기