- 텍스트

Dionysius of Halicarnassus, De Demosthene, chapter 14

(디오니시오스, De Demosthene, chapter 14)

ὥστε περὶ μὲν τοῦ χαρακτῆρος .? . . τοῦ δὲ ῥητορικοῦ γένους τοῦ μεταξὺ τῶν ἄκρων ἑκατέρων, ὃ ἀτελὲς παραλαβὼν ὁ Δημοσθένης παρ Ἰσοκράτους τε καὶ ἔτι προτέρου Θρασυμάχου καὶ τελευταίου Πλάτωνος ἐτελείωσεν ὅσον ἦν ἀνθρωπίνῃ φύσει δυνατόν, πολλὰ μὲν ἄν τις ἐκ τῶν κατὰ Φιλίππου δημηγοριῶν πολλὰ δ ἐκ τῶν ἄλλων δημοσίων λόγων παραδείγματα λάβοι, πλεῖστα δὲ καὶ κάλλιστα ἐκ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας: οὗτος γὰρ δή μοι δοκεῖ καλλίστῃ καὶ μετριωτάτῃ κατασκευῇ λέξεως κεχρῆσθαι ὁ λόγος. εἰ μὲν οὖν χρόνον ἀρκοῦντα εἶχον, καὶ τὰς λέξεις αὐτὰς ἂν παρετίθην. πολλῶν δέ μοι καὶ ἀναγκαίων ἔτι καταλειπομένων, τοῦτο μὲν ἐάσω, δείγμασι δὲ μόνον ἐν τῷ παρόντι χρήσομαι βραχυτάτοις ὡς ἐν εἰδόσι λέγων. ἔστι δὴ τὰ τοιαῦτα τοῦ μέσου χαρακτῆρος παραδείγματα ἐκ μὲν τῆς Αἰσχίνου κατηγορίας: ἀεὶ μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει μισεῖν καὶ κολάζειν τοὺς προδότας καὶ δωροδόκους, μάλιστα δὲ νῦν ἐπὶ τοῦ καιροῦ τούτου γένοιτ ἂν καὶ πάντας ὠφελήσειεν ἀνθρώπους κοινῇ. νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπόν, ὃ πολλῆς τινος εὐτυχίας καὶ παρ ὑμῶν ἐπιμελείας δεόμενον καὶ τὰ ἑπόμενα τούτοις. ἐκ δὲ τῆς Ἀριστοκράτους κατηγορίας:

πολλὰ μὲν δὴ παρ ἡμῖν ἐστι τοιαῦτα, οἱᾶ οὐχ ἑτέρωθι, ἓν δ οὖν ἰδιώτατον πάντων καὶ σεμνότατον τὸ ἐν Ἀρείῳ πάγῳ δικαστήριον, περὶ οὗ τοσαῦτά ἐστι καλὰ παραδεδομένα καὶ μυθώδη καὶ ὧν αὐτοὶ μάρτυρες ἐσμέν, ὅσα περὶ οὐδενὸς ἄλλου δικαστηρίου καὶ τὰ ἑξῆς. ἐκ δὲ τοῦ περὶ τῶν ἀτελειῶν λόγου: πρῶτον μὲν τοίνυν Κόνωνα σκοπεῖτε, εἰ ἄρα ἄξιον καταμεμψαμένους ἢ τὸν ἄνδρα ἢ τὰ πεπραγμένα ἄκυρόν τι ποιῆσαι τῶν ἐκείνῳ δοθέντων. οὗτος γάρ, ὡς ὑμῶν τινῶν ἔστιν ἀκοῦσαι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ὄντων, μετὰ τὴν τοῦ δήμου κάθοδον τὴν ἐκ Πειραιέως ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ τὰ ἀκόλουθα. ἐκ δὲ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας: ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι καὶ δημηγορεῖν ἐμὲ προὔλαβε καὶ κατέσχε Φίλιππος, ἐάσω: οὐδὲν γὰρ ἡγοῦμαι τούτων εἶναι πρὸς ἐμέ:

ἃ δὲ ἀφ ἧς ἡμέρας ἐπὶ ταῦτα ἐπέστην ἐγώ, διεκώλυον λαβεῖν, ταῦτα ἀναμνήσω καὶ περὶ τούτων ὑφέξω λόγον, τοσοῦτον ὑπειπών: πλεονέκτημα, ὦ ἄνδρες Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ. παρὰ γὰρ τοῖς Ἕλλησιν οὐ τισὶν ἀλλὰ πᾶσιν ὁμοίως φορὰ προδοτῶν καὶ δωροδόκων καὶ θεοῖς ἐχθρῶν ἀνθρώπων συνέβη, ὅσην οὐδεὶς τὸ πρότερον μέμνηται γεγονυῖαν καὶ τὰ συναπτόμενα τούτοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION