- 텍스트

Dionysius of Halicarnassus, De Demosthene, chapter 12 3:

(디오니시오스, De Demosthene, chapter 12 3:)

τοῦ δὲ πράγματος εἰς τοῦτο παρελθόντος, ὡς δεῦρο ἀνήλθομεν, ἦν ἡμῖν, οἱο῀ν εἰκός, ἐκ τούτων ὀργὴ καὶ ἔχθρα πρὸς ἀλλήλους.? οὐ μὴν ἔγωγε ᾤμην δεῖν οὔτε δίκην λαχεῖν αὐτοῖς οὔτε λόγον ποιεῖσθαι τῶν συμβάντων. ἀλλ ἐκεῖν ἁπλῶς ἐγνώκειν τὸ λοιπὸν εὐλαβεῖσθαι καὶ φυλάττεσθαι μὴ πλησιάζειν ὡς τοὺς τοιούτους. πρῶτον μὲν οὖν, ὧν εἴρηκα, τούτων βούλομαι τὰς μαρτυρίας παρασχόμενος μετὰ ταῦτα, ὅσα ὑπὸ τούτου πέπονθα, ἐπιδεῖξαι, ἵνα εἰδῆτε, ὅτι ᾧ προσῆκε τοῖς τὸ πρῶτον ἁμαρτηθεῖσιν ἐπιτιμᾶν, οὗτος αὐτὸς πρὸς τούτοις πολλῷ δεινότερα διαπέπρακται. - Μάρτυρες. - ὧν μὲν τοίνυν οὐθένα ᾤμην δεῖν λόγον ποιεῖσθαι, ταῦτά ἐστι. χρόνῳ δ ὕστερον οὐ πολλῷ περιπατοῦντος ὥσπερ εἰώθειν ἑσπέρας ἐν ἀγορᾷ μου μετὰ Φανοστράτου τοῦ Κηφισέως τῶν ἡλικιωτῶν τινος παρέρχεται Κτησίας, ὁ υἱὸς ὁ τούτου μεθύων κατὰ τὸ Λεωκόριον ἐγγὺς ἰὼν Πυθοδώρου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION