호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστιν οὖν Πυθέας ἐραστὴς μὲν τοῦ μειρακίου πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς, ἐπίτροπος δὲ ὑπὸ τοῦ πατρὸς καταλελειμμένος.? οὗτος, ἐπειδὴ Τῖσις πρὸς αὐτὸν τὴν ἐν τῇ παλαίστρᾳ λοιδορίαν διηγήσατο, βουλόμενος χαρίζεσθαι καὶ δοκεῖν δεινὸς καὶ ἐπίβουλος εἶναι, ἐκέλευσεν αὐτόν, ὡς ἡμεῖς ἔκ τε τῶν πεπραγμένων ᾐσθήμεθα καὶ τῶν εὖ εἰδότων ἐπυθόμεθα, ἐν μὲν τῷ παρόντι διαλλαγῆναι, σκοπεῖν δέ, ὅπως αὐτὸν μόνον που λήψεται. πεισθεὶς δὲ ταῦτα καὶ διαλλαγεὶς καὶ χρώμενος καὶ προσποιούμενος ἐπιτήδειος εἶναι εἰς τοῦτο μανίας τηλικοῦτος ὢν ἀφίστατο, . . . τ ἐτύγχανε μὲν οὖσα ἱπποδρομία Ἀνακείων . . . δ αὐτὸν μετ ἐμοῦ παρὰ τὴν θύραν παριόντα: γείτονες γὰρ ἀλλήλων τυγχάνουσιν ὄντες: τὸ μὲν πρῶτον συνδειπνεῖν ἐκέλευεν, ἐπειδὴ δὲ οὐκ ἠθέλησεν . . . ἐπὶ κῶμον, λέγων ὅτι μεθ αὑτοῦ καὶ τὸ δειπνήσαντες οὖν ἤδη συσκοτάζοντος ἐλθόντες κόπτομεν τὴν θύραν. οἳ δ ἡμᾶς ἐκέλευον εἰσιέναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기