호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί δὴ πάλιν ἐστὶν ἐν τούτοισ τὸ συνταράττον τὴν κατὰ φύσιν ἀπαγγελίαν; πρῶτον μὲν τό, πρὶν ἀπαρτίσαι τὸ ἡγούμενον εἴτε νόημα χρὴ λέγειν εἴτε κῶλον, ἕτερον παρεμβαλεῖν καὶ μηδὲ τοῦ δευτέρου τέλοσ ἔχοντοσ τὸ τρίτον ἐπιζεῦξαι, εἶτα τὴν τοῦ δευτέρου νοήματοσ ἀκολουθίαν ἐπὶ τῷ τρίτῳ τέλοσ εἰληφότι θεῖναι, κἄπειτα ἐπὶ πᾶσιν, ὃ τοῦ πρώτου μέροσ ἦν, διὰ μακροῦ καὶ οὐκέτι τῆσ διανοίασ αὐτὸ προσδεχομένησ ἀποδοῦναι. Ἐμοὶ δὲ ὃσ ‐ οὔπω τοῦτο τέλοσ ἔχει ‐ εἴτε τισ, ὦ ἄνδρεσ Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν ‐ ἕτερον τοῦτο κεχωρισμένον τοῦ προτέρου ἀτελὲσ καὶ αὐτό ‐ μανία γὰρ ἴσωσ ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν ‐ οὐδετέρου τοῦτο πάλιν τῶν προειρημένων μέροσ ἀλλ’ αὐτὸ καθ’ αὑτό·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기