- 텍스트

Dionysius of Halicarnassus, De Demosthene, chapter 7 5:

(디오니시오스, De Demosthene, chapter 7 5:)

ἄστρον ὑπέρτατον, ἐν ἁμέρᾳ κλεπτόμενον ἔθηκας ἀμάχανον ἰσχὺν πτανὸν ἀνδράσι καὶ σοφίας ὁδόν, ἐπίσκοτον ἀτραπὸν ἐσσυμένα.? ἐλαύνεις τι νεώτερον ἢ πάρος· ἀλλά σε πρὸς Διὸς ἱπποσόα θοάς, ἱκετεύω, ἀπήμονα ἐς οἶμον τινὰ τράποιο Θήβαις, ὦ πότνια, πάγκοινον τέρας. πολέμου δ εἰ σᾶμα φέρεις τινὸς ἢ καρποῦ φθίσιν ἢ νιφετοῦ σθένος ὑπέρφατον ἢ στάσιν οὐλομέναν ἢ πόντου κενεῶσιν ἀμ πέδον ἢ παγετὸν χθονὸς ἢ νότιον θέρος ὕδατι ζακότῳ διερὸν ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος, ὀλοφύρομαι οὐδὲν ὅτι πάντων μέτα πείσομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION