- 텍스트

Dionysius of Halicarnassus, De Demosthene, chapter 7

(디오니시오스, De Demosthene, chapter 7)

παράδειγμα δὲ ποιοῦμαι τῆς γε ὑψηλῆς λέξεως ἐξ ἑνὸς βυβλίου τῶν πάνυ περιβοήτων, ἐν ᾧ τοὺς ἐρωτικοὺς διατίθεται λόγους ὁ Σωκράτης πρὸς ἕνα τῶν γνωρίμων Φαῖδρον, ἀφ οὗ τὴν ἐπιγραφὴν εἴληφε τὸ βυβλίον.? ἐν γὰρ δὴ τῷ συγγράμματι τούτῳ πολλὴν μὲν ὡρ´αν ἔχει καὶ χαρίτων ἐστὶ μεστὰ τὰ πρῶτα ταυτί: ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν· παρὰ Λυσίου, ὦ Σώκρατες, τοῦ Κεφάλου. πορεύομαι δὴ πρὸς περίπατον ἔξω τείχους. συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ μέχρι τῆς ἀναγνώσεως τοῦ Λυσιακοῦ λόγου καὶ μετὰ τὴν ἀνάγνωσιν ἑώς τινός. εἶθ, ὥσπερ ἐξ ἀέρος εὐδίου καὶ σταθεροῦ πολὺς ἄνεμος καταρραγείς, ταράττει τὸ καθαρὸν τῆς φράσεως ἐς ποιητικὴν ἐκφέρων ἀπειροκαλίαν, ἐνθένδ ἀρξάμενος: ἄγετε δή, Μοῦσαι, εἴτε δι ᾠδῆς εἶδος λίγειαι εἴτε διὰ γένος τὸ Λιγύων μουσικὸν ταύτην ἔσχετε τὴν ἐπωνυμίαν, ξύμ μοι λάβεσθε τοῦ μύθου. ὅτι δὲ ψόφοι ταῦτ εἰσὶ καὶ διθύραμβοι, κόμπον ὀνομάτων πολὺν νοῦν δὲ ὀλίγον ἔχοντες, αὐτὸς ἐρεῖ.

διεξιὼν γάρ, ἀφ ἧς αἰτίας ἔρως ἐτέθη τῷ πάθει τοὔνομα, καὶ τῇδε χρησάμενος: ἡ γὰρ ἄνευ λόγου δόξης ἐπὶ τἀγαθὸν ὁρμώσης κρατήσασα ἐπιθυμία, πρὸς ἡδονὴν ἄγουσα κάλλους καὶ τῶν ἑαυτῆς συγγενῶν ἐπιθυμιῶν, ἐπὶ σωμάτων κάλλος ἐρρωμένως ῥωσθεῖσα νικήσασα ἀγωγὴ ἀπ αὐτῆς τῆς ῥώμης ἐπωνυμίαν λαβοῦσα ἔρως ἐκλήθη καὶ τοσαύτην ἐκμηκύνας περίφρασιν ὀλίγοις τοῖς ὀνόμασι δυναμένου περιληφθῆναι πράγματος ἐπιλαμβάνεται τῆς ἀκαιρίας τῆς αὐτὸς αὐτοῦ καί φησι: σιγῇ τοίνυν μου ἄκουε. τῷ ὄντι γὰρ θεῖος εἶναι ἐοίκεν ὁ τόπος. ὥστ ἐὰν ἄρα πολλάκις νυμφόληπτος γένωμαι προἰόντος τοῦ λόγου, μὴ θαυμάσῃς. τὰ νῦν γὰρ οὐκέτι πόρρω διθυράμβων τινῶν φθέγγομαι. τάδ οὐχ ὑπ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν λόγοις ἁλισκόμεσθα κατὰ τὴν τραγῳδίαν, δαιμονιώτατε Πλάτων, διθυράμβων ψόφους καὶ λήρους ἠγαπηκότες.

ἃ δ ἐν τῇ παλινῳδίᾳ τὸν ἔρωτα ἀφοσιούμενος αὖθις ὁ Σωκράτης εἴρηκεν ἐνθένδε ἀρξάμενος: ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς ἐλαύνων πτηνὸν ἁρ´μα, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ ἐπιμελούμενος. τῷ δ ἕπεται στρατιὰ θεῶν καὶ δαιμόνων κατὰ ἕνδεκα μέρη κεκοσμημένη. μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη. τῶν δ ἄλλων, ὅσοι ἐν τῷ τῶν δώδεκα θεῶν ἀριθμῷ τεταγμένοι θεοὶ ἄρχοντες ἡγοῦνται κατὰ τάξιν, ἣν ἕκαστος ἐτάχθη, πολλαὶ μὲν οὖν καὶ μακάριαι θέαι τε καὶ ἔξοδοι ἐντὸς οὐρανοῦ, ἃς θεῶν γένος εὐδαιμόνων ἐπιστρέφεται, πράττων ἕκαστος δι αὑτοῦ τὰ αὐτῶν. ἕπεται δ αἰεὶ ὁ θέλων τε καὶ δυνάμενος: φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται.

ταῦτα καὶ τὰ ὅμοια τούτοις, ἃ πολλά ἐστιν, εἰ λάβοι μέλη καὶ ῥυθμοὺς ὥσπερ οἱ διθύραμβοι καὶ τὰ ὑπορχήματα, τοῖς Πινδάρου ποιήμασιν ἐοικέναι δόξειεν ἂν τοῖς εἰς τὸν ἥλιον εἰρημένοις, ὥς γ ἐμοὶ φαίνεται: ἀκτὶς ἀελίου, τί πολύσκοπ ἐμήσω θοῶν μᾶτερ ὀμμάτων· ἄστρον ὑπέρτατον, ἐν ἁμέρᾳ κλεπτόμενον ἔθηκας ἀμάχανον ἰσχὺν πτανὸν ἀνδράσι καὶ σοφίας ὁδόν, ἐπίσκοτον ἀτραπὸν ἐσσυμένα.

ἐλαύνεις τι νεώτερον ἢ πάρος· ἀλλά σε πρὸς Διὸς ἱπποσόα θοάς, ἱκετεύω, ἀπήμονα ἐς οἶμον τινὰ τράποιο Θήβαις, ὦ πότνια, πάγκοινον τέρας. πολέμου δ εἰ σᾶμα φέρεις τινὸς ἢ καρποῦ φθίσιν ἢ νιφετοῦ σθένος ὑπέρφατον ἢ στάσιν οὐλομέναν ἢ πόντου κενεῶσιν ἀμ πέδον ἢ παγετὸν χθονὸς ἢ νότιον θέρος ὕδατι ζακότῳ διερὸν ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος, ὀλοφύρομαι οὐδὲν ὅτι πάντων μέτα πείσομαι. κἀνταῦθα οὐκ ἄκαιρος ἡ ἀλληγορία, ὡς παρὰ Πλάτωνι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION