호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ γὰρ ἀηδεστέρα καὶ κάκιον ἑλληνίζουσα καὶ παχυτέρα φαίνεται μελαίνει τε τὸ σαφὲσ καὶ ζόφῳ ποιεῖ παραπλήσιον ἕλκει τε μακρὸν ἀποτείνασα τὸν νοῦν, συστρέψαι δέον ἐν ὀνόμασιν ὀλίγοισ. ἐκχεῖται δ’ εἰσ ἀπειροκάλουσ περιφράσεισ πλοῦτον ὀνομάτων ἐπιδεικνυμένη κενόν, ὑπεριδοῦσά τε τῶν κυρίων καὶ ἐν τῇ κοινῇ χρήσει κειμένων τὰ πεποιημένα ζητεῖ καὶ ξένα καὶ ἀρχαιοπρεπῆ. μάλιστα δὲ χειμάζεται περὶ τὴν τροπικὴν φράσιν, πολλὴ μὲν ἐν τοῖσ ἐπιθέτοισ, ἄκαιροσ δ’ ἐν ταῖσ μετωνυμίαισ, σκληρὰ δὲ καὶ οὐ σῴζουσα τὴν ἀναλογίαν ἐν ταῖσ μεταφοραῖσ. ἀλληγορίασ τε περιβάλλεται πολλὰσ καὶ μακράσ, οὔτε μέτρον ἐχούσασ οὔτε καιρόν. σχήμασί τε ποιητικοῖσ ἐσχάτην προσβάλλουσιν ἀηδίαν καὶ μάλιστα τοῖσ Γοργιείοισ ἀκαίρωσ καὶ μειρακιωδῶσ ἐναβρύνεται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기