- 텍스트

Dionysius of Halicarnassus, De Demosthene, chapter 4

(디오니시오스, De Demosthene, chapter 4)

ἡ δὲ Ἰσοκράτους λέξις, ὃς μέγιστον ὄνομα ἐν τοῖς Ἕλλησιν ἐκτήσατο ἐπὶ σοφίᾳ, ἀγῶνα μὲν οὔτ ἴδιον οὔτε δημόσιον οὐδένα πώποτε τἀνδρὸς ἀγωνισαμένου γραφὰς δὲ συνταξαμένου πολλὰς καὶ καλὰς εἰς ἅπασαν ἰδέαν λόγων, ὅντινα χαρακτῆρα ἔχειν ἐφαίνετό μοι, διὰ πλειόνων μὲν ἐδήλωσα πρότερον.? οὐδὲν δὲ κωλύσει καὶ νῦν ἐπὶ κεφαλαίων αὐτὰ τὰ ἀναγκαιότατα εἰπεῖν: ὅτι τῆς μὲν Λυσιακῆς λέξεως τὸ καθαρὸν ἔχει καὶ τὸ ἀκριβές: οὔτε γὰρ ἀρχαίοις οὔτε πεποιημένοις οὔτε γλωττηματικοῖς ὀνόμασιν ἀλλὰ τοῖς κοινοτάτοις καὶ συνηθεστάτοις κέχρηται. ἠθική τε καὶ πιθανὴ καὶ ἡδεῖά ἐστι καὶ πέφευγε τὴν τροπικήν, ὥσπερ ἐκείνη, φράσιν, τῆς δὲ Θουκυδίδου καὶ Γοργίου τὴν μεγαλοπρέπειαν καὶ σεμνότητα καὶ καλλιλογίαν εἴληφε. καὶ εἰς μὲν τὸ διδάξαι τὸν ἀκροατὴν σαφέστατα, ὅ τι βούλοιτο, τὴν ἁπλῆν καὶ ἀκόσμητον ἑρμηνείαν ἐπιτηδεύει τὴν Λυσίου, εἰς δὲ τὸ καταπλήξασθαι τῷ κάλλει τῶν ὀνομάτων σεμνότητά τε καὶ μεγαληγορίαν περιθεῖναι τοῖς πράγμασι τὴν ἐπίθετον καὶ κατεσκευασμένην φράσιν τῶν περὶ Γοργίαν ἐκμέμακται. ἁμαρτάνει δὲ ἐν οἷς ὡραϊ´ζεταί ποτε, τοὺς Γοργίου νεαροὺς σχηματισμοὺς ζηλοῦσα τὰ γὰρ ἀντίθετά τε καὶ πάρισα καὶ τὰ παραπλήσια τούτοις οὔτε μετριάζοντα οὔτ ἐν καιρῷ γινόμενα καταισχύνει τὴν μεγαλοπρέπειαν αὐτῆς, καὶ ἔτι μᾶλλον ἐν οἷς τὴν εὐέπειαν διώκουσα καὶ τὴν εὐρυθμίαν δι εὐλαβείας μὲν λαμβάνει τὸ συγκροῦσαι τὰ φωνήεντα τῶν γραμμάτων δἰ εὐλαβείας δὲ ποιεῖται τὸ χρήσασθαί τινι τῶν τραχυνόντων. διώκει δ ἐκ παντὸς τρόπου τὴν περίοδον οὐδὲ ταύτην στρογγύλην καὶ πυκνὴν ἀλλ ὑπαγωγικήν τινα καὶ πλατεῖαν καὶ πολλοὺς ἀγκῶνας, ὥσπερ οἱ μὴ κατ εὐθείας ῥέοντες ποταμοὶ ποιοῦσιν, ἐγκολπιζομένην.

ταῦτα μέντοι πολλαχῇ μακροτέραν τε αὐτὴν ποιεῖ κἀναληθεστέραν ἀπαθῆ τε καὶ ἄψυχον καὶ πανηγυρικὴν μᾶλλον ἢ ἐναγώνιον. τοῖς δὲ παραδείγμασιν ὀλίγον ὕστερον, ὅταν ὁ καιρὸς ἀπαιτῇ, χρήσομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION