- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 70

(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 70)

Οὐολοῦσκοι δ ὑπό τε θράσους καὶ αὐθαδείας προαχθέντες τοῦ τε Ῥωμαϊκοῦ στρατεύματος ὡς οὐκ ἀξιομάχου ὄντος πρὸς τὸ ἑαυτῶν πλῆθος συμφέρεσθαι καταφρονήσαντες ἐξῆλθον ἀγωνιούμενοι περὶ τῆς γῆς, καὶ πλησίον τοῦ Οὐετουρίου κατεστρατοπέδευσαν.? ὄχλου συναχθεῖσα, ἐν ᾗ πολὺ καὶ τὸ ἄνοπλον ἦν καὶ κινδύνων ἄπειρον, οὐδ εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις ἐθάρσησεν:

ἀλλ ἅμα τῇ πρώτῃ τῶν Ῥωμαίων ἐφόδῳ διαταραχθέντες οἱ πολλοὶ καὶ οὔτ ἀλαλαγμὸν οὔθ ὅπλων κτύπον ἀνασχόμενοι, προτροπάδην ἔφευγον εἰς τὰ τείχη:

ὥστε πολλοὺς μὲν ἐν ταῖς στενοχωρίαις τῶν ὁδῶν καταληφθέντας ἀποθανεῖν, πολλῷ δὲ πλείους παρὰ ταῖς πύλαις ὠθουμένους τῶν ἱππέων ἐπιδιωκόντων. Οὐολοῦσκοι μὲν οὖν ταύτῃ χρησάμενοι τῇ συμφορᾷ σφᾶς αὐτοὺς ᾐτιῶντο τῆς ἀφροσύνης, καὶ οὐδὲν ἔτι παρακινδυνεύειν ἐπειρῶντο.

τῇ πατρίδι βοηθεῖν.

ταῦτα διανοηθέντες ἦγον τὴν στρατιὰν ἐπιταχύνοντες, ἵν ἐξ ἀπροσδοκήτου τῇ πόλει συμμίξαντες εὐθὺς ἔργου ἔχωνται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION