호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸσ ταῦτα βουλευομένοισ τοῖσ Ῥωμαίων ὑπάτοισ ἐδόκει κράτιστον εἶναι ταῖσ πόλεσιν αὐτῶν πρῶτον ἐπιχειρεῖν, κατὰ τοιόνδε τινὰ λογισμόν, ὅτι διαλυθήσεται τὸ κοινὸν αὐτῶν στράτευμα, εἰ πύθοιντο ἕκαστοι τὰ οἰκεῖα ἐν τοῖσ ἐσχάτοισ ὄντα κινδύνοισ, καὶ πολὺ κρεῖττον ἡγήσεται τὰ σφέτερα σώζειν, ἢ τὰ τῶν πολεμίων φθείρειν. Λοκρήτιοσ μὲν οὖν εἰσ τὴν Αἰκανῶν ἐνέβαλεν, Οὐετούριοσ δ’ εἰσ τὴν Οὐολούσκων. Αἰκανοὶ μὲν οὖν τὰ ἔξω πάντα ἀπολλύμενα περιορῶντεσ τὴν πόλιν καὶ τὰ φρούρια εἶχον ἐν φυλακῇ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기