호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δ ὕπατος ἐνθυμούμενος, ὅτι οὐκ ἀξιόμαχος ἔσται ἡ σὺν αὐτῷ δύναμις ἀγωνιζομένη πρὸς ἀμφότερα τὰ ἔθνη, πέμπει τινὰς ἐκ τῶν ἱππέων γράμματα εἰς τὴν Ῥώμην κομίζοντας, δι ὧν ἠξίου ταχεῖαν αὐτοῖς ἐλθεῖν ἐπικουρίαν, ὡς κινδυνευούσης ὅλης διαφθαρῆναι τῆς σὺν αὐτῷ στρατιᾶς.? ταῦτ ἐπιλεξάμενος ὁ συνύπατος αὐτοῦ Ποστόμιος - ἦσαν δὲ μέσαι νύκτες μάλιστα, ὅτε οἱ ἱππεῖς ἀφίκοντο - διὰ κηρύκων πολλῶν τοὺς βουλευτὰς ἐκ τῶν οἰκιῶν συνεκάλει:
καὶ γίνεται δόγμα βουλῆς, πρὶν ἡμέραν λαμπρὰν γενέσθαι, Τῖτον μὲν Κοίντιον τὸν ὑπατεύσαντα τὸ τρίτον, ἔχοντα τοὺς ἀκμαιοτάτους τῶν νέων πεζούς τε καὶ ἱππεῖς, ἀρχῇ κοσμηθέντα ἀνθυπάτῳ χωρεῖν ἐπὶ τοὺς πολεμίους ἐξ ἐφόδου:
Αὖλον δὲ Ποστόμιον τὸν ἕτερον τῶν ὑπάτων τὰς λοιπὰς δυνάμεις συναγαγόντα, ἃς ἔδει χρονιώτερον συνελθεῖν, ὡς ἂν αὐτῷ τάχους ἐγγένηται βοηθεῖν. ἡμέρα δ ἤδη. διέφωσκε, καὶ ὁ Κοίντιος συνήγαγε τοὺς ἐθελοντὰς πεντακισχιλίους μάλιστ ἄνδρας:
καὶ οὐ πολὺ ἐπισχὼν ἐξῆγεν ἐκ τῆς πόλεως. καὶ διανοηθέντες ὡς βίᾳ καὶ πλήθει ἁλωσόμενον ἐξῆλθον ἀθρόοι διχῇ νείμαντες αὑτούς.
γίνεταί τε μέγας ἀγὼν δι ὅλης τῆς ἡμέρας ἰταμῶς αὐτῶν ἐπιβαινόντων τοῖς προτειχίσμασι κατὰ πολλὰ μέρη, καὶ οὔτε παλτῶν οὔτε βελῶν ὑπὸ τοξοτῶν οὔτε χερμάδων ἀπὸ σφενδόνης ἀφιεμένων ἀδιαλείπτοις βολαῖς ἀνειργομένων.
ἔνθα δὴ παρακελευσάμενοι ἀλλήλοις ὅ τε ὕπατος καὶ ὁ πρεσβευτὴς ὑφ ἕνα καιρὸν ἀναπετάσαντες τὰς πύλας, ἅμα τοῖς ἀκμαιοτάτοις ἐκτρέχουσιν ἐπὶ τοὺς πολεμίους, κατ ἄμφω τε τὰ μέρη τῆς προσβολῆς συρράξαντες αὐτοῖς ἀποτρέπουσι τοὺς ἐπιβαίνοντας τῷ χάρακι. τροπῆς δὲ γενομένης ὁ μὲν ὕπατος ἐπ ὀλίγον διώξας τοὺς καθ ἑαυτὸν ἀνέστρεψεν: ὁ δ ἀδελφὸς αὐτοῦ καὶ πρεσβευτὴς Πόπλιος Φούριος ὑπὸ λήματός τε καὶ προθυμίας φερόμενος ἄχρι τῆς παρεμβολῆς τῶν πολεμίων ἤλασε διώκων τε καὶ κτείνων.
ἦσαν δὲ δύο σπεῖραι περὶ αὐτὸν οὐ πλείους ἀνδρῶν ἔχουσαι χιλίων.
τοῦτο μαθόντες οἱ πολέμιοι περὶ πεντακισχιλίους μάλιστα γενόμενοι, χωροῦσιν ἐπ αὐτὸν ἐκ τοῦ χάρακος: καὶ οὗτοι μὲν ἐξ ἐναντίας προσῄεσαν, ἱππεῖς δ αὐτῶν κύκλῳ περιελάσαντες κατὰ νώτου τοῖς Ῥωμαίοις ἐφίστανται. τούτῳ δὴ τῷ τρόπῳ κυκλωθέντες ὑπ αὐτῶν οἱ σὺν τῷ Ποπλίῳ καὶ δίχα τῶν σφετέρων ἀποληφθέντες, ἐξὸν αὐτοῖς σώζεσθαι παραδοῦσι τὰ ὅπλα:
προὐκαλοῦντο γὰρ αὐτοὺς εἰς τοῦτο οἱ πολέμιοι καὶ περὶ πολλοῦ ἐποιοῦντο χιλίους Ῥωμαίων τοὺς ἀρίστους αἰχμαλώτους λαβεῖν, ὡς διὰ τούτων διαλύσεις εὑρησόμενοι καλὰς τοῦ πολέμου: μηδὲν ἀνάξιον πρᾶξαι τῆς πόλεως, μαχόμενοι καὶ πολλοὺς ἀποκτείναντες τῶν πολεμίων ἅπαντες ἀποθνήσκουσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기