호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γὰρ αὐτῷ καὶ ἤδη ἔργου ἐχομένῳ ζόφοσ ἐξ οὐρανοῦ γίνεται καὶ ὄμβροσ πολύσ, ἀστραπαὶ δὲ καὶ βρονταὶ σκληραί. διασκεδασθείσησ δὲ τῆσ στρατιᾶσ ὅ τε χειμὼν εὐθὺσ ἐπαύσατο καὶ πολλὴ κατέσχε τὸν τόπον αἰθρία. τοῦτό τε δὴ τὸ ἔργον ὀττευσάμενοσ ὁ ὕπατοσ, καὶ τῶν μάντεων κωλυόντων ἔτι πολιορκεῖν τὸ χωρίον, ἀποτραπεὶσ τὴν γῆν αὐτῶν ἐκάκου, καὶ ὅσῃ ἐπέτυχε λείᾳ τοῖσ στρατιώταισ ἅπασαν ὠφελεῖσθαι ἐφείσ, ἀπῆγεν ἐπ’ οἴκου τὴν δύναμιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기